Book 2
4.1
Ἀντίοχον δὲ τὸν σοφιστὴν αἱ Κιλίκων Αἰγαὶ ἤνεγκαν οὕτω τι εὐπατρίδην, ὡς νῦν ἔτι τὸ ἀπʼ αὐτοῦ γένος ὑπάτους εἶναι. αἰτίαν δὲ ἔχων δειλίας, ἐπεὶ μὴ παρῄει ἐς τὸν δῆμον, μηδὲ ἐς τὸ κοινὸν ἐπολίτευεν, οὐχ ὑμᾶς, εἶπεν ἀλλʼ ἐμαυτὸν δέδοικα, εἰδώς που τὴν ἑαυτοῦ χολὴν ἄκρατόν τε καὶ οὐ καθεκτὴν οὖσαν. ἀλλʼ ὅμως ὠφέλει τοὺς ἀστοὺς ἀπὸ τῆς οὐσίας, ὅ τι εἴη δυνατός, σῖτόν τε ἐπιδιδούς, ὁπότε τούτου δεομένους αἴσθοιτο, καὶ χρήματα ἐς τὰ πεπονηκότα τῶν ἔργων. τὰς δὲ πλείους τῶν νυκτῶν ἐς τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἀπεκάθευδεν ὑπέρ τε ὀνειράτων ὑπέρ τε ξυνουσίας, ὁπόση ἐγρηγορότων τε καὶ διαλεγομένων ἀλλήλοις, διελέγετο γὰρ αὐτῷ ἐγρηγορότι ὁ θεὸς καλὸν ἀγώνισμα ποιούμενος τῆς ἑαυτοῦ τέχνης τὸ τὰς νόσους ἐρύκειν τοῦ Ἀντιόχου.