Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 1

κγ

23.1 Λολλιανὸς δὲ ὁ Ἐφέσιος προὔστη μὲν τοῦ Ἀθήνησι θρόνου πρῶτος, προὔστη δὲ καὶ τοῦ Ἀθηναίων δήμου στρατηγήσας αὐτοῖς τὴν ἐπὶ τῶν ὅπλων, ἡ δὲ ἀρχὴ αὕτη πάλαι μὲν κατέλεγέ τε καὶ ἐξῆγεν ἐς τὰ πολέμια, νυνὶ δὲ τροφῶν ἐπιμελεῖται καὶ σίτου ἀγορᾶς. θορύβου δὲ καθεστηκότος παρὰ τὰ ἀρτοπώλια καὶ τῶν Ἀθηναίων βάλλειν αὐτὸν ὡρμηκότων Παγκράτης ὁ κύων ὁ μετὰ ταῦτα ἐν Ἰσθμῷ φιλοσοφήσας παρελθὼν ἐς τοὺς Ἀθηναίους καὶ εἰπὼν Λολλιανὸς οὐκ ἔστιν ἀρτοπώλης, ἀλλὰ λογοπώλης διέχεεν οὕτω τοὺς Ἀθηναίους, ὡς μεθεῖναι τοὺς λίθους διὰ χειρὸς αὐτοῖς ὄντας. σίτου δὲ ἐκ Θετταλίας ἐσπεπλευκότος καὶ χρημάτων δημοσίᾳ οὐκ ὄντων ἐπέτρεψεν ὁ Λολλιανὸς ἔρανον τοῖς αὐτοῦ γνωρίμοις, καὶ χρήματα συχνὰ ἠθροίσθη. καὶ τοῦτο μὲν ἀνδρὸς εὐμηχάνου δόξει καὶ σοφοῦ τὰ πολιτικά, ἐκεῖνο δὲ δικαίου τε καὶ εὐγνώμονος· τὰ γὰρ χρήματα ταῦτα τοῖς ξυμβαλομένοις ἀπέδωκεν ἐπανεὶς τὸν μισθὸν τῆς ἀκροάσεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme