Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 1

21.8 τὴν δὲ εὐτυχίαν, ᾗ περὶ τὰς πρεσβείας ἐχρῆτο, ξυμβάλλειν ἐστὶ καὶ τοῖσδε· ἔδει μὲν γὰρ τοῖς Σμυρναίοις τοῦ πρεσβεύσοντος ὑπὲρ αὐτῶν ἀνδρός, ἡ πρεσβεία δὲ ἦν ὑπὲρ τῶν μεγίστων. ὁ μὲν δὴ ἐγήρασκεν ἤδη καὶ τοῦ ἀποδημεῖν ἐξώρως εἶχεν, ἐχειροτονεῖτο δὲ ὁ Πολέμων οὔπω πεπρεσβευκὼς πρότερον. εὐξάμενος οὖν ὑπὲρ τῆς ἀγαθῆς τύχης ἐδεῖτο γενέσθαι οἱ τὴν τοῦ Σκοπελιανοῦ πειθώ, καὶ περιβαλὼν αὐτὸν ἐπὶ τῆς ἐκκλησίας δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, αἴ κʼ ἐμὲ σοὶ ἴσκωσι, μάλα ἀστείως ὁ Πολέμων τὰ ἐκ Πατροκλείας ἐπεῖπεν τῷ ἀνδρί. καὶ Ἀπολλώνιος δὲ ὁ Τυανεὺς ὑπερενεγκὼν σοφίᾳ τὴν ἀνθρωπίνην φύσιν τὸν Σκοπελιανὸν ἐν θαυμασίοις τάττει.

κβ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme