Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 1

15.1 Ἀντιφῶντα δὲ τὸν Ῥαμνούσιον οὐκ οἶδʼ, εἴτε χρηστὸν δεῖ προσειπεῖν, εἴτε φαῦλον. χρηστὸς μὲν γὰρ προσειρήσθω διὰ τάδε· ἐστρατήγησε πλεῖστα, ἐνίκησε πλεῖστα, ἑξήκοντα τριήρεσι πεπληρωμέναις ηὔξησεν Ἀθηναίοις τὸ ναυτικόν, ἱκανώτατος ἀνθρώπων ἔδοξεν εἰπεῖν τε καὶ γνῶναι· διὰ μὲν δὴ ταῦτα ἐμοί τε ἐπαινετέος καὶ ἑτέρῳ. κακὸς δʼ ἂν εἰκότως διὰ τάδε φαίνοιτο· κατέλυσε τὴν δημοκρατίαν, ἐδούλωσε τὸν Ἀθηναίων δῆμον, ἐλακώνισε κατʼ ἀρχὰς μὲν ἀφανῶς, ὕστερον δʼ ἐπιδήλως, τυράννων τετρακοσίων δῆμον ἐπαφῆκε τοῖς Ἀθηναίων πράγμασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme