Book 8
4
τοιαῦτα ἠκροβολίσαντο πρὸ τῆς δίκης, τὰ δὲ ἐν αὐτῇ· κεκόσμητο μὲν τὸ δικαστήριον ὥσπερ ἐπὶ ξυνουσίᾳ πανηγυρικοῦ λόγου, μετεῖχον δὲ αὐτῆς οἱ ἐπίδηλοι πάντες ἀγῶνα ποιουμένου τοῦ βασιλέως ὅτι ἐν πλείστοις ἑλεῖν αὐτὸν ἐπὶ τῇ τῶν ἀνδρῶν αἰτίᾳ. ὁ δʼ οὕτω τι ὑπερεώρα τοῦ βασιλέως, ὡς μηδὲ ἐς αὐτὸν βλέπειν, ἐπηρεάσαντος δὲ τοῦ κατηγόρου τὴν ὑπεροψίαν καὶ κελεύσαντος ὁρᾶν αὐτὸν ἐς τὸν ἁπάντων ἀνθρώπων θεόν, ἀνέσχεν ὁ Ἀπολλώνιος τοὺς ὀφθαλμοὺς ἐς τὸν ὄροφον ἐνδεικνύμενος μὲν τὸ ἐς τὸν Δία ὁρᾶν, τὸν δὲ ἀσεβῶς κολακευθέντα κακίω τοῦ κολακεύσαντος ἡγούμενος. ἐβόα καὶ τοιαῦτα ὁ κατήγορος ἤδη μέτρει, βασιλεῦ, ὕδωρ, εἰ γὰρ ξυγχωρήσεις αὐτῷ μῆκος λόγων, ἀπάγξει ἡμᾶς. ἔστι δέ μοι καὶ βιβλίον τοῦτο ξυγγεγραμμένον τὰς αἰτίας, ὑπὲρ ὧν χρὴ λέγειν αὐτόν, ἀπολογείσθω δὲ κατὰ μίαν.