Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 7

29 περὶ δὲ ὄρθρον γραμματεύς τις ἥκων τῶν βασιλείων δικῶν κελεύει σε ὁ βασιλεὺς, ἔφη ὦ Ἀπολλώνιε, περὶ πλήθουσαν ἀγορὰν ἐς τὴν αὐλὴν ἥκειν, οὔπω ἀπολογησόμενον, ἀλλʼ ἰδεῖν τέ σε, ὅστις ὢν τυγχάνεις, βούλεται καὶ ξυγγενέσθαι μόνῳ. τί οὖν εἶπεν ὑπὲρ τούτων ἐμοὶ διαλέγῃ; οὐ γὰρ σὺ ἔφη Ἀπολλώνιος; νὴ Δίʼ, εἶπεν ὁ Τυανεύς γε. πρὸς τίνα οὖν ἔφη ταῦτα εἴπω; πρὸς τοὺς ἄξοντάς με, εἶπε χρὴ γάρ που ὡς ἐκ δεσμωτηρίου φοιτᾶν. προστέτακται ἔφη προτέροις γε ἐκείνοις ταῦτα, κἀγὼ δὲ ἀφίξομαι τοῦ καιροῦ, νυνὶ δὲ παραγγελῶν ἦλθον, ταυτὶ γὰρ μάλα ἑσπέρας προστέτακται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme