Book 6
41
σεισμῶν δὲ κατασχόντων ποτὲ τὰς ἐν τῷ ἀριστερῷ Ἑλλησπόντῳ πόλεις, Αἰγύπτιοι μὲν καὶ Χαλδαῖοι περὶ αὐτὰς ἠγείροντο ὑπὲρ ξυλλογῆς χρημάτων, ὡς δεκαταλάντους θυσίας Γῇ καὶ Ποσειδῶνι θύσοντες, ξυνέφερον δʼ αἱ πόλεις τὰ μὲν ἀπὸ τοῦ κοινοῦ, τὰ δὲ ἀπὸ τῶν οἴκων ὑποκείμενοι τῷ φόβῳ, οἱ δέ, εἰ μὴ ἐπὶ τραπεζῶν ἐκτεθείη τὸ ἀργύριον, οὐκ ἂν ἔφασαν ὑπὲρ αὐτῶν θῦσαι· δοκεῖ δὴ τῷ ἀνδρὶ μὴ περιιδεῖν τοὺς Ἑλλησποντίους καὶ παρελθὼν ἐς τὰς πόλεις τοὺς μὲν ἀπήλασεν ὡς θησαυρὸν πεποιημένους τὰ ἑτέρων κακά, τὰς δὲ αἰτίας τῶν μηνιμάτων ξυλλαβὼν καὶ ὡς ἑκάστῃ πρόσφορον θύσας ἀπεύξατο τὴν προσβολὴν δαπάνῃ σμικρᾷ, καὶ ἡ γῆ ἔστη.
42
Δομετιανοῦ δὲ βασιλέως ὑπὸ τὸν αὐτὸν χρόνον εὐνούχους τε μὴ ποιεῖν νομοθετήσαντος ἀμπέλους τε μὴ φυτεύειν ἔτι καὶ τὰς πεφυτευμένας δὲ αὐτῶν ἐκκόπτειν παρελθὼν ἐς τοὺς Ἴωνας ὁ Ἀπολλώνιος τὰ μὲν προστάγματα οὐ πρὸς ἐμὲ ἔφη ταῦτα, μόνος γὰρ ἴσως ἀνθρώπων οὔτε αἰδοίων δέομαι οὔτε οἴνου, λέληθε δὲ ὁ θαυμασιώτατος τῶν μὲν ἀνθρώπων φειδόμενος, τὴν δὲ γῆν εὐνουχίζων. ὅθεν ἐς θάρσος ἡ Ἰωνία ἦλθε πρεσβεύσασθαι πρὸς τὸν βασιλέα ὑπὲρ ἀμπέλων καὶ παραιτήσασθαι νόμον, ὃς ἐκέλευε καὶ δῃοῦσθαι τὴν γῆν καὶ μὴ φυτεύεσθαι.