Book 6
40
κἀκεῖνα ἀξιομνημόνευτα εὗρον τοῦ ἀνδρός· ἐρᾶν τις ἐδόκει τοῦ τῆς Ἀφροδίτης ἕδους, ὃ ἐν Κνίδῳ γυμνὸν ἵδρυται, καὶ τὰ μὲν ἀνετίθει, τὰ δʼ ἀναθήσειν ἔφασκεν ὑπὲρ τοῦ γάμου, Ἀπολλωνίῳ δὲ καὶ ἄλλως μὲν ἄτοπα ἐδόκει ταῦτα, ἐπεὶ δὲ μὴ παρῃτεῖτο ἡ Κνίδος, ἀλλʼ ἐναργεστέραν ἔφασαν τὴν θεὸν δόξειν, εἰ ἐρῷτο, ἔδοξε τῷ ἀνδρὶ καθῆραι τὸ ἱερὸν τῆς ἀνοίας ταύτης, καὶ ἐρομένων τῶν Κνιδίων αὐτόν, εἴ τι βούλοιτο τῶν θυτικῶν ἢ εὐκτικῶν διορθοῦσθαι ὀφθαλμοὺς ἔφη διορθώσομαι, τὰ δὲ τοῦ ἱεροῦ πάτρια ἐχέτω, ὡς ἔχει. καλέσας οὖν τὸν θρυπτόμενον ἤρετο αὐτόν, εἰ θεοὺς νενόμικε, τοῦ δʼ οὕτω νομίζειν θεοὺς φήσαντος, ὡς καὶ ἐρᾶν αὐτῶν, καὶ τῶν γάμων μνημονεύσαντος, οὓς θύσειν ἡγεῖτο, σὲ μὲν ποιηταὶ ἔφη ἐπαίρουσι τοὺς Ἀγχίσας τε καὶ τοὺς Πηλέας θεαῖς ξυζυγῆναι εἰπόντες, ἐγὼ δὲ περὶ τοῦ ἐρᾶν καὶ ἐρᾶσθαι τόδε γιγνώσκω· θεοὶ θεῶν ἄνθρωποι ἀνθρώπων θηρία θηρίων καὶ καθάπαξ ὅμοια ὁμοίων ἐρᾷ ἐπὶ τῷ ἔτυμα καὶ ξυγγενῆ τίκτειν, τὸ δὲ ἑτερογενὲς τῷ μὴ ὁμοίῳ ξυνελθὸν οὔτε ζυγὸς οὔτε ἔρως. εἰ δὲ ἐνεθυμοῦ τὰ Ἰξίονος, οὐδʼ ἂν ἐς ἔννοιαν καθίστασο τοῦ μὴ ὁμοίων ἐρᾶν. ἀλλʼ ἐκεῖνος μὲν τροχῷ εἰκασμένος διʼ οὐρανοῦ κνάμπτεται, σὺ δʼ, εἰ μὴ ἄπει τοῦ ἱεροῦ, ἀπολεῖ ἐν ἁπάσῃ τῇ γῇ οὐδʼ ἀντειπεῖν ἔχων τὸ μὴ οὐ δίκαια τοὺς θεοὺς ἐπὶ σοὶ γνῶναι. ὧδε ἡ παροινία ἐσβέσθη καὶ ἀπῆλθεν ὁ φάσκων ἐρᾶν ὑπὲρ ξυγγνώμης θύσας.