Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

11 φλεγμαινόντων δὲ τῶν περὶ τὴν ἑσπέραν τρέπονται τὸ ἐντεῦθεν ἐπὶ Λιβύην καὶ Τυρρηνοὺς καὶ τὰ μὲν πεζῇ βαδίζοντες, τὰ δὲ ἐπὶ πλοίων πορευόμενοι κατίσχουσιν ἐν Σικελίᾳ, οὗ τὸ Λιλύβαιον. παραπλεύσαντες δὲ ἐπὶ Μεσσήνην τε καὶ πορθμόν, ἔνθα ὁ Τυρρηνὸς Ἀσρίᾳ ξυμβάλλων χαλεπὴν ἐργάζονται τὴν χάρυβδιν, ἀκοῦσαί φασιν, ὡς Νέρων μὲν πεφεύγοι, τεθνήκοι δὲ Βίνδιξ, ἅπτοιντο δὲ τῆς ἀρχῆς οἱ μὲν ἐξ αὐτῆς Ῥώμης, οἱ δὲ ὁπόθεν τύχοι τῶν ἐθνῶν. ἐρομένων δὲ αὐτὸν τῶν ἑταίρων, οἷ προβήσοιτο ταῦτα καὶ ὅτου λοιπὸν ἡ ἀρχὴ ἔσοιτο, πολλῶν εἶπε Θηβαίων. τὴν γὰρ ἰσχύν, ᾗ πρὸς ὀλίγον Βιτέλιος τε καὶ Γάλβας καὶ Ὄθων ἐχρήσαντο, Θηβαίοις εἴκασεν, οἳ χρόνον κομιδῇ βραχὺν ἤχθησαν ἐς τὰ τῶν Ἑλλήνων πράγματα.
12 ὅτι μὲν γὰρ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προεγίγνωσκε καὶ ὅτι τοῖς γόητα τὸν ἄνδρα ἡγουμένοις οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δʼ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δʼ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, καὶ πολλοὶ τούτων κατηγορίαις ὑπαχθέντες τὰ τοιαῦτα ὡμολόγησαν σοφοὶ εἶναι. ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν, προὔλεγε δέ, ὡς ἀνάγκη γενέσθαι αὐτά, προεγίγνωσκε δὲ οὐ γοητεύων, ἀλλʼ ἐξ ὧν οἱ θεοὶ ἔφαινον. ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθʼ ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτʼ ἐδεήθη μαθεῖν, ἀλλʼ ἐπῄνει μέν, ζηλοῦν δʼ οὐκ ἠξίου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme