Book 5
6
φασὶ δὲ καὶ τὸν ποταμὸν ἀναπλῶσαι τὸν Βαῖτιν, ὃς δηλοῖ μάλιστα τὴν τοῦ Ὠκεανοῦ φύσιν· ἐπειδὰν γὰρ πλημμύρῃ τὸ πέλαγος, ἐπὶ τὰς πηγὰς ὁ ποταμὸς παλίρρους ἵεται πνεύματος δήπου ἀπωθουμένου αὐτὸν τῆς θαλάττης. τὴν δὲ ἤπειρον τὴν Βαιτικήν, ἧς ὁ ποταμὸς οὗτος ὁμώνυμος, ἀρίστην ἠπείρων φασί, πόλεών τε γὰρ εὖ ἔχειν καὶ νομῶν καὶ διῆχθαι τὸν ποταμὸν ἐς τὰ ἄστη πάντα, γεωργίας τε ξυμπάσης μεστὴν εἶναι καὶ ὡρῶν, οἷαι τῆς Ἀττικῆς αἱ μετοπώριναί τε καὶ μυστηριώτιδες.