Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

5 ἰδεῖν καὶ δένδρα φασὶν ἐνταῦθα, οἷα οὐχ ἑτέρωθι τῆς γῆς, καὶ Γηρυόνεια μὲν καλεῖσθαι αὐτά, δύο δὲ εἶναι, φύεσθαι δὲ τοῦ σήματος, ὃ ἐπὶ τῷ Γηρυόνῃ ἕστηκε, παραλλάττοντα ἐκ πίτυός τε καὶ πεύκης ἐς εἶδος ἕτερον, λείβεσθαι δὲ αἵματι, καθάπερ τῷ χρυσῷ τὴν Ἡλιάδα αἴγειρον. ἡ δὲ νῆσος, ἐν ᾗ τὸ ἱερόν, ἔστι μὲν ὁπόση ὁ νεώς, πετρῶδες δὲ αὐτῆς οὐδέν, ἀλλὰ βαλβῖδι ξεστῇ εἴκασται. ἐν δὲ τῷ ἱερῷ τιμᾶσθαι μὲν ἄμφω τὼ Ἡρακλέε φασίν, ἀγάλματα δὲ αὐτοῖν οὐκ εἶναι, βωμοὺς δὲ τοῦ μὲν Αἰγυπτίου δύο χαλκοῦς καὶ ἀσήμους, ἕνα δὲ τοῦ Θηβαίου — τὰς δὲ ὕδρας τε καὶ τὰς Διομήδους ἵππους καὶ τὰ δώδεκα Ἡρακλέους ἔργα ἐκτετυπῶσθαί φασι κἀνταῦθα — λίθου ὄντα. ἡ Πυγμαλίωνος δὲ ἐλαία ἡ χρυσῆ, ἀνάκειται δὲ κἀκείνη ἐς τὸ Ἡράκλειον, ἀξία μέν, ὥς φασι, καὶ τοῦ θαλλοῦ θαυμάζειν, ᾧ εἴκασται, θαυμάζεσθαι δʼ ἂν ἐπὶ τῷ καρπῷ μᾶλλον, βρύειν γὰρ αὐτὸν σμαράγδου λίθου. καὶ Τεύκρου τοῦ Τελαμωνίου ζωστῆρα χρυσοῦν φασι δείκνυσθαι, πῶς δὲ ἐς τὸν Ὠκεανὸν πλεύσαντος ἢ ἐφʼ ὅ τι, οὔτε αὐτὸς ὁ Δάμις ξυνιδεῖν φησιν οὔτε ἐκείνων ἀκοῦσαι. τὰς δὲ ἐν τῷ ἱερῷ στήλας χρυσοῦ μὲν πεποιῆσθαι καὶ ἀργύρου ξυντετηκότοιν ἐς ἓν χρῶμα, εἶναι δὲ αὐτὰς ὑπὲρ πῆχυν τετραγώνου τέχνης, ὥσπερ οἱ ἄκμονες, ἐπιγεγράφθαι δὲ τὰς κεφαλὰς οὔτε Αἰγυπτίοις οὔτε Ἰνδικοῖς γράμμασιν, οὔτε οἵοις ξυμβαλεῖν. ὁ δὲ Ἀπολλώνιος, ὡς οὐδὲν οἱ ἱερεῖς ἔφραζον, οὐ ξυγχωρεῖ μοι ἔφη ὁ Ἡρακλῆς ὁ Αἰγύπτιος μὴ οὐ λέγειν, ὁπόσα οἶδα· γῆς καὶ Ὠκεανοῦ ξύνδεσμοι αἵδε αἱ στῆλαί εἰσιν, ἐπεγράψατο δὲ αὐτὰς ἐκεῖνος ἐν Μοιρῶν οἴκῳ, ὡς μήτε νεῖκος τοῖς στοιχείοις ἐγγένοιτο μήτε ἀτιμάσειαν τὴν φιλότητα, ἣν ἀλλήλων ἴσχουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme