Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

30 ἐπιθειάσας δʼ ὁ Ἀπολλώνιος τῷ λόγῳ, Ζεῦ ἔφη Καπιτώλιε, σὲ γὰρ τῶν παρόντων πραγμάτων βραβευτὴν οἶδα, φύλαττε σεαυτὸν μὲν τούτῳ, σεαυτῷ δὲ τοῦτον· τὸν γὰρ νεών, ὃν χθὲς ἄδικοι χεῖρες ἐνέπρησαν, τόνδε σοὶ τὸν ἄνδρα ἀναστῆσαι πέπρωται. θαυμάσαντος δὲ τοῦ βασιλέως τὸν λόγον αὐτὰ εἶπεν αὐτὰ δηλώσει καὶ μηδὲν ἐμοῦ δέου, πέραινε δέ, ἃ ὀρθῶς ἐβουλεύσω. ξυμβεβήκει δὲ ἄρα κατὰ τὴν Ῥώμην Δομετιανὸν μὲν τὸν Οὐεσπασιανοῦ παῖδα παρατετάχθαι πρὸς τὸν Βιτέλιον ὑπὲρ τῆς ἀρχῆς τοῦ πατρός, πολιορκίας δʼ αὐτὸν περισχούσης ἐν τῷ Καπιτωλίῳ τὸν μὲν διαπεφευγέναι τοὺς πολιορκοῦντας, τὸν νεὼν δʼ ἐμπεπρῆσθαι καὶ τῷ Ἀπολλωνίῳ φαίνεσθαι πολλῷ θᾶττον ἢ εἰ κατʼ Αἴγυπτον ἐπράττετο. τοσαῦτα σπουδάσαντες ὁ μὲν ἀπῆλθε τοῦ βασιλέως εἰπὼν μὴ ξυγχωρεῖν αὐτῷ τὰ Ἰνδῶν πάτρια κατὰ μεσημβρίαν ἄλλο τι παρʼ ἃ ἐκεῖνοι πράττουσι ʽπράττεινʼ, ὁ δὲ ἀνέλαμπέ τε ἔτι μᾶλλον καὶ οὐ ξυνεχώρει τοῖς πράγμασι διαφεύγειν ἑαυτόν, ἀλλʼ ὡς βεβαίων τε καὶ αὐτῷ καθωμολογημένων εἴχετο διʼ ἃ ἤκουσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme