Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

2 τὰς δὲ τοῦ Ὠκεανοῦ τροπὰς καὶ αὐτὸς μὲν περὶ Κελτοὺς εἶδον, ὁποῖαι λέγονται, τὴν δὲ αἰτίαν ἐπὶ πολλὰ εἰκάζων, διʼ ἣν ἄπειρον οὕτω πέλαγος ἐπιχωρεῖ τε καὶ ἀνασπᾶται, δοκῶ μοι τὸν Ἀπολλώνιον ἐπεσκέφθαι τὸ ὄν. ἐν μιᾷ γὰρ τῶν πρὸς Ἰνδοὺς ἐπιστολῶν τὸν Ὠκεανόν φησιν ὑφύδροις ἐλαυνόμενον πνεύμασιν ἐκ πολλῶν χασμάτων, ἃ ὑπʼ αὐτῷ τε καὶ περὶ αὐτὸν ἡ γῆ παρέχεται, χωρεῖν ἐς τὸ ἔξω καὶ ἀναχωρεῖν πάλιν, ἐπειδὰν ὥσπερ ἆσθμα ὑπονοστήσῃ τὸ πνεῦμα. πιστοῦται δὲ αὐτὸ κἀκ τῶν νοσούντων περὶ Γάδειρα· τὸν γὰρ χρόνον, ὃν πλημμυρεῖ τὸ ὕδωρ, οὐκ ἀπολείπουσιν αἱ ψυχαὶ τοὺς ἀποθνήσκοντας, ὅπερ οὐκ ἂν ξυμβαίνειν, εἰ μὴ καὶ πνεῦμα τῇ γῇ ἐπεχώρει. ἃ δὲ περὶ τὴν σελήνην φασὶ φαίνεσθαι τικτομένην τε καὶ πληρουμένην καὶ φθίνουσαν, ταῦτα περὶ τὸν Ὠκεανὸν οἶδα, τὰ γὰρ ἐκείνης ἀνισοῖ μέτρα ξυμμινύθων αὐτῇ καὶ ξυμπληρούμενος.
3 ἡμέρα δʼ ἐκδέχεται νύκτα καὶ νὺξ τὴν ἡμέραν περὶ Κελτοὺς μὲν κατʼ ὀλίγον ὑπαπιόντος τοῦ σκότους ἢ τοῦ φωτός, ὥσπερ ἐνταῦθα, περὶ Γάδειρα δὲ καὶ Στήλας ἀθρόως λέγονται τοῖς ὀφθαλμοῖς ἐμπίπτειν, ὥσπερ αἱ ἀστραπαί. φασὶ δὲ καὶ τὰς Μακάρων νήσους ὁρίζεσθαι τῷ Λιβυκῷ τέρματι πρὸς τὸ ἀοίκητον ἀνεχούσας ἀκρωτήριον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme