Book 5
13
ἀφικομένων δὲ αὐτῶν ἐς τὰς Συρακούσας γυνὴ τῶν οὐκ ἀφανῶν τέρας ἀπεκύησεν, οἷον οὔπω ἐμαιεύθη· τρεῖς γὰρ τῷ βρέφει κεφαλαὶ ἦσαν ἐξ οἰκείας ἑκάστη δέρης, τὰ δὲ ἐπʼ αὐταῖς ἑνὸς πάντα. οἱ μὲν δὴ παχέως ἐξηγούμενοι τὴν Σικελίαν ἔφασαν, τρινακρία γάρ, ἀπολεῖσθαι, εἰ μὴ ὁμονοήσειέ τε καὶ ξυμπνεύσειεν — ἐστασίαζον δὲ ἄρα πολλαὶ τῶν πόλεων πρὸς ἑαυτάς τε καὶ πρὸς ἀλλήλας καὶ τὸ ἐν κόσμῳ ζῆν ἀπῆν τῆς νήσου — οἱ δὲ ἔφασαν τὸν Τυφῶ, πολυκέφαλον δὲ εἶναι, νεώτερα ἀπειλεῖν τῇ Σικελίᾳ, ὁ δὲ Ἀπολλώνιος ἴθι, ἔφη ὦ Δάμι, καὶ κάτιδε αὐτό, εἰ οὕτω ξύγκειται. ἐξέκειτο γὰρ δημοσίᾳ τοῖς τερατολογεῖν εἰδόσιν, ἀπαγγείλαντος δὲ τοῦ Δάμιδος, ὡς τρικέφαλον εἴη καὶ ἄρρεν, ξυναγαγὼν τοὺς ἑταίρους τρεῖς ἔφη Ῥωμαίων αὐτοκράτορες, οὓς ἐγὼ πρῴην Θηβαίους ἔφην, τελειώσει δὲ οὐδεὶς τὸ ἄρχειν, ἀλλʼ οἱ μὲν ἐπʼ αὐτῆς Ῥώμης, ὁ δὲ περὶ τὰ ὅμορα τῇ Ῥώμῃ δυνηθέντες ἀπολοῦνται, θᾶττον ἀποβαλόντες τὸ προσωπεῖον ἢ οἱ τῶν τραγῳδῶν τύραννοι. καὶ ὁ λόγος αὐτίκα ἐς φῶς ἦλθε· Γάλβας μὲν γὰρ ἐπʼ αὐτῆς Ῥώμης ἀπέθανεν ἁψάμενος τῆς ἀρχῆς, ἀπέθανε δὲ καὶ Βιτέλιος ὀνειροπολήσας τὸ ἄρχειν, Ὄθων δὲ περὶ τοὺς ἑσπερίους Γαλάτας ἀποθανὼν οὐδὲ τάφου λαμπροῦ ἔτυχεν, ἀλλʼ ὥσπερ ἰδιώτης κεῖται· διέπτη δὲ ἡ τύχη ταῦτα ἑνὶ ἔτει.