Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 4

23 ἐπρέσβευσε δὲ καὶ παρὰ τοὺς Θετταλοὺς ὑπὲρ τοῦ Ἀχιλλέως κατὰ τοὺς ἐν Πυλαίᾳ ξυλλόγους, ἐν οἷς οἱ Θετταλοὶ τὰ Ἀμφικτυονικὰ πράττουσιν, οἱ δὲ δείσαντες ἐψηφίσαντο ἀναλαβεῖν τὰ προσήκοντα τῷ τάφῳ. καὶ τὸ Λεωνίδου σῆμα τοῦ Σπαρτιάτου μονονοὺ περιέβαλεν ἀγασθεὶς τὸν ἄνδρα. ἐπὶ δὲ τὸν κολωνὸν βαδίζων, ἐφʼ οὗ λέγονται Λακεδαιμόνιοι περιχωσθῆναι τοῖς τοξεύμασιν, ἤκουσε τῶν ὁμιλητῶν διαφερομένων ἀλλήλοις, ὅ τι εἴη τὸ ὑψηλότατον τῆς Ἑλλάδος, παρεῖχε δὲ ἄρα τὸν λόγον ἡ Οἴτη τὸ ὄρος ἐν ὀφθαλμοῖς οὖσα, καὶ ἀνελθὼν ἐπὶ τὸν λόφον, ἐγὼ ἔφη τὸ ὑψηλότατον τοῦτο ἡγοῦμαι, οἱ γὰρ ἐνταῦθα ὑπὲρ ἐλευθερίας ἀποθανόντες ἀντανήγαγον αὐτὸ τῇ Οἴτῃ καὶ ὑπὲρ πολλοὺς Ὀλύμπους ἦραν. ἐγὼ δὲ ἄγαμαι μὲν καὶ τούσδε τοὺς ἄνδρας, τὸν δὲ Ἀκαρνᾶνα Μεγιστίαν καὶ πρὸ τούτων, ἃ γὰρ πεισομένους ἐγίγνωσκε, τούτων ἐπεθύμησε κοινωνῆσαι τοῖς ἀνδράσιν, οὐ τὸ ἀποθανεῖν δείσας, ἀλλὰ τὸ μετὰ τοιῶνδε μὴ τεθνάναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme