Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 4

14 παρῆλθε καὶ ἐς τὸ τοῦ Ὀρφέως ἄδυτον προσορμισάμενος τῇ Λέσβῳ. φασὶ δὲ ἐνταῦθά ποτε τὸν Ὀρφέα μαντικῇ χαίρειν, ἔστε τὸν Ἀπόλλω ἐπιμεμελῆσθαι αὐτόν. ἐπειδὴ γὰρ μήτε ἐς Γρύνειον ἐφοίτων ἔτι ὑπὲρ χρησμῶν ἄνθρωποι μήτε ἐς Κλάρον μήτʼ ἔνθα ὁ τρίπους ὁ Ἀπολλώνειος, Ὀρφεὺς δὲ ἔχρα μόνος ἄρτι ἐκ Θρᾴκης ἡ κεφαλὴ ἥκουσα, ἐφίσταταί οἱ χρησμῳδοῦντι ὁ θεὸς καὶ πέπαυσο ἔφη τῶν ἐμῶν, καὶ γὰρ δὴ ʽκαἲ ᾅδοντά σε ἱκανῶς ἤνεγκα.
15 πλεόντων δὲ αὐτῶν μετὰ ταῦτα τὸ ἐπʼ Εὐβοίας πέλαγος, ὃ καὶ Ὁμήρῳ δοκεῖ τῶν χαλεπῶν καὶ δυσμετρήτων εἶναι, ἡ μὲν θάλαττα ὑπτία καὶ τῆς ὥρας κρείττων ἐφαίνετο λόγοι τε ἐγίγνοντο περί τε νήσων, ἐπειδὴ πολλαῖς τε καὶ ὀνομασταῖς ἐνετύγχανον, περί τε ναυπηγίας καὶ κυβερνητικῆς πρόσφοροι τοῖς πλέουσιν, ἐπεὶ δὲ ὁ Δάμις τοὺς μὲν διέβαλλε τῶν λόγων, τοὺς δὲ ὑπετέμνετο, τοὺς δὲ οὐ ξυνεχώρει ἐρωτᾶν, ξυνῆκεν ὁ Ἀπολλώνιος, ὅτι λόγον ἕτερον σπουδάσαι βούλοιτο, καὶ τί παθών, ἔφη ὦ Δάμι, διασπᾷς τὰ ἐρωτώμενα; οὐ γὰρ ναυτιῶν γε ἢ ὑπὸ τοῦ πλοῦ πονήρως ἔχων ἀποστρέφῃ τοὺς λόγους, ἡ γὰρ θάλαττα, ὁρᾷς, ὡς ὑποτέθεικεν ἑαυτὴν τῇ νηὶ καὶ πέμπει. τί οὖν δυσχεραίνεις; ὅτι ἔφη λόγου μεγάλου ἐν μέσῳ ὄντος, ὃν εἰκὸς ἦν ἐρωτᾶν μᾶλλον, ἡμεῖς δὲ τοὺς ἑώλους τε καὶ ἀρχαίους ἐρωτῶμεν. καὶ τίς εἶπεν ὁ λόγος οὗτος εἴη ἄν, δι’ ὃν τοὺς ἄλλους ἡγῇ περιττούς; Ἀχιλλεῖ ἔφη ξυγγενόμενος, ὦ Ἀπολλώνιε, καὶ πολλὰ ἴσως διακηκοὼς μήπω ἡμῖν γιγνωσκόμενα οὐ δίει ταῦτα, οὐδὲ τὸ εἶδος ἡμῖν τοῦ Ἀχιλλέως ἀνατυποῖς, περιπλεῖς δὲ τὰς νήσους καὶ ναυπηγεῖς τῷ λόγῳ. εἰ μὴ ἀλαζονεύεσθαι ἔφη δόξω, πάντα εἰρήσεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme