Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 3

42 περὶ δὲ προγνώσεως λόγου αὐτοῖς ποτε ὄντος καὶ τοῦ Ἀπολλωνίου προσκειμένου τῇ σοφίᾳ ταύτῃ καὶ τὰς πλείους τῶν διαλέξεων ἐς τοῦτο ξυντείνοντος, ἐπαινῶν αὐτὸν ὁ Ἰάρχας οἱ μαντικῇ ἔφη χαίροντες, ὦ χρηστὲ Ἀπολλώνιε, θεῖοί τε ὑπʼ αὐτῆς γίγνονται καὶ πρὸς σωτηρίαν ἀνθρώπων πράττουσι. τὸ γάρ, ἃ χρὴ ἐς θεοῦ ἀφικόμενον εὑρέσθαι, ταῦτα αὖ, ὦ χρηστέ, ἐφʼ ἑαυτοῦ προιδέσθαι προειπεῖν τε ἑτέροις, ἃ μήπω ἴσασι, πανολβίου τινὸς ἡγοῦμαι καὶ ταὐτὸν ἰσχύοντος τῷ Ἀπόλλωνι τῷ Δελφικῷ. ἐπεὶ δὲ ἡ τέχνη τοὺς ἐς θεοῦ φοιτῶντας ἐπὶ τῷ χρήσασθαι καθαροὺς κελεύει βαδίζοντας φοιτᾶν, ἢ ἔξιθι τοῦ νεὼ πρὸς αὐτοὺς ἐρεῖ, δοκεῖ μοι καὶ τὸν προγνωσόμενον ἄνδρα ὑγιῶς ἑαυτοῦ ἔχειν καὶ μήτε κηλῖδα προσμεμάχθαι τῇ ψυχῇ μηδεμίαν μήτε οὐλὰς ἁμαρτημάτων ἐντετυπῶσθαι τῇ γνώμῃ, καθαρῶς δὲ αὐτὸν προφητεύειν ἑαυτοῦ καὶ τοῦ περὶ τῷ στέρνῳ τρίποδος συνιέντα. γεγωνότερον γὰρ οὕτω καὶ ἀληθέστερον τὰ λόγια ἐκδώσει· ὅθεν οὐ χρὴ θαυμάζειν, εἰ καὶ σὺ τὴν ἐπιστήμην ξυνείληφας τοσοῦτον ἐν τῇ ψυχῇ φέρων αἰθέρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme