Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 3

36 ταῦτα τοῦ Ἰνδοῦ διελθόντος ἐκπεσεῖν ὁ Δάμις ἑαυτοῦ φησιν ὑπʼ ἐκπλήξεως καὶ ἀναβοῆσαι μέγα, μὴ γὰρ ἄν ποτε νομίσαι ἄνδρα Ἰνδὸν ἐς τοῦτο ἐλάσαι γλώττης Ἑλλάδος, μηδʼ ἄν, εἴπερ τὴν γλῶτταν ἠπίστατο, τοσῇδε εὐροίᾳ καὶ ὥρᾳ διελθεῖν ταῦτα. ἐπαινεῖ δὲ αὐτοῦ καὶ βλέμμα καὶ μειδίαμα καὶ τὸ μὴ ἀθεεὶ δοκεῖν ἐκφέρειν τὰς δόξας. τόν τοι Ἀπολλώνιον εὐσχημόνως τε καὶ ἀψοφητὶ τοῖς λόγοις χρώμενον ὅμως ἐπιδοῦναι μετὰ τὸν Ἰνδὸν τοῦτον, καὶ ὅπου καθήμενος διαλέγοιτο, θαμὰ δὲ τοῦτο ἔπραττε, προσεοικέναι τῷ Ἰάρχᾳ.
37 ἐπαινεσάντων δὲ τῶν ἄλλων πρὸς τῇ φωνῇ τὰ εἰρημένα, πάλιν ὁ Ἀπολλώνιος ἤρετο, πότερα τὴν θάλατταν μείζω ἡγοῖντο ἢ τὴν γῆν, ὁ δὲ Ἰάρχας εἰ μὲν πρὸς τὴν θάλατταν ἔφη ἡ γῆ ἐξετάζοιτο, μείζων ἔσται, τὴν γὰρ θάλατταν αὕτη ἔχει, εἰ δὲ πρὸς πᾶσαν τὴν ὑγρὰν οὐσίαν θεωροῖτο, ἥττω τὴν γῆν ἀποφαινοίμεθα ἄν, καὶ γὰρ ἐκείνην τὸ ὕδωρ φέρει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme