Book 3
21
καὶ πλείω διῄειν ἂν τοῦ ἀνδρός, εἰ μὴ ἐς ἔπαινον ὤκνουν ἑαυτοῦ καθίστασθαι, εἰμὶ γάρ σοι ἐκεῖνος, τουτὶ δὲ ἐδήλωσα γεγονὼς ἔτη τέτταρα· ἑπτὰ γάρ ποτε ἀδαμάντινα τοῦ Γάγγου τούτου ξίφη ἐς γῆν πήξαντος ὑπὲρ τοῦ μηδὲν δεῖμα ἐμπελάζειν τῇ χώρᾳ καὶ τῶν θεῶν θύειν μὲν κελευόντων ἥκοντας, οὗ πέπηγε ταῦτα, τὸ δὲ χωρίον οὐκ ἐξηγουμένων, ἐν ᾧ ἐπεπήγει, παῖς ἐγὼ κομιδῇ τυγχάνων ἤγαγον τοὺς ἐξηγητὰς ἐπὶ τάφρον καὶ ὀρύττειν προσέταξα ἐκεῖ φήσας κατατεθεῖσθαι αὐτά.