Book 2
34
τοιαῦτα διαλεγομένων αὐτῶν ἐπῆλθεν ὁ ὕμνος αὐλῷ ἅμα, ἐρομένου δὲ τοῦ Ἀπολλωνίου τὸν βασιλέα, ὅ τι ἐθέλοι ὁ κῶμος, Ἰνδοὶ ἔφη παραινέσεις τῷ βασιλεῖ ᾅδουσιν, ἐπειδὰν πρὸς τῷ καθεύδειν γίγνηται, ὀνείρασί τε ἀγαθοῖς χρῆσθαι χρηστόν τε ἀνίστασθαι καὶ εὐξύμβολον τοῖς ὑπηκόοις. πῶς οὖν, ἔφη ὦ βασιλεῦ, διάκεισαι πρὸς ταῦτα; σὲ γάρ που αὐλοῦσιν. οὐ καταγελῶ,ʼ ʼἔφη δεῖ γὰρ προσίεσθαι αὐτὰ τοῦ νόμου ἕνεκεν, παραινέσεως μέντοι μηδεμιᾶς δεῖσθαι, ὅσα γὰρ ἂν ὁ βασιλεὺς μετρίως τε καὶ χρηστῶς πράττῃ, ταῦτα ἑαυτῷ δήπου χαριεῖται μᾶλλον ἢ τοῖς ὑπηκόοις.