Book 1
4
Ἀπολλωνίῳ τοίνυν πατρὶς μὲν ἦν Τύανα πόλις Ἑλλὰς ἐν τῷ Καππαδοκῶν ἔθνει, πατὴρ δὲ ὁμώνυμος, γένος ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον, πλοῦτος ὑπὲρ τοὺς ἐκεῖ, τὸ δὲ ἔθνος βαθύ. κυούσῃ δὲ αὐτὸν τῇ μητρὶ φάσμα ἦλθεν Αἰγυπτίου δαίμονος ὁ Πρωτεὺς ὁ παρὰ τῷ Ὁμήρῳ ἐξαλλάττων· ἡ δὲ οὐδὲν δείσασα ἤρετο αὐτόν, τί ἀποκυήσοι· ὁ δὲ ἐμέ εἶπε. σὺ δὲ τίς; εἰπούσης Πρωτεὺς ἔφη ὁ Αἰγύπτιος θεός. ὅστις μὲν δὴ τὴν σοφίαν ὁ Πρωτεὺς ἐγένετο, τί ἂν ἐξηγοίμην τοῖς γε ἀκούουσι τῶν ποιητῶν, ὡς ποικίλος τε ἦν καὶ ἄλλοτε ἄλλος καὶ κρείττων τοῦ ἁλῶναι, γιγνώσκειν τε ὡς ἐδόκει καὶ προγιγνώσκειν πάντα; καὶ μεμνῆσθαι χρὴ τοῦ Πρωτέως, μάλιστα ἐπειδὰν προϊὼν ὁ λόγος δεικνύῃ τὸν ἄνδρα πλείω μὲν ἢ ὁ Πρωτεὺς προγνόντα, πολλῶν δὲ ἀπόρων τε καὶ ἀμηχάνων κρείττω γενόμενον ἐν αὐτῷ μάλιστα τῷ ἀπειλῆφθαι.