Book 1
39
τὴν δὲ σήραγγα τὴν ὑπὸ τῷ Εὐφράτῃ δεικνύντος αὐτῷ ποτε τοῦ βασιλέως καὶ τί σοι φαίνεται τὸ θαῦμα; εἰπόντος καταβάλλων τὴν τερατουργίαν ὁ Ἀπολλώνιος θαῦμα ἂν ἦν, ὦ βασιλεῦ, ἔφη, εἰ διὰ τοῦ ποταμοῦ βαθέος οὕτω καὶ ἀπόρου ὄντος πεζῇ ἐβαδίζετε. δείξαντος δὲ καὶ τὰ ἐν Ἐκβατάνοις τείχη καὶ θεῶν φάσκοντος ταῦτα εἶναι οἴκησιν θεῶν μὲν οὐκ ἔστιν ὅλως οἴκησις, εἶπεν εἰ δὲ ἀνδρῶν οὐκ οἶδα· ἡ γὰρ Λακεδαιμονίων, ὦ βασιλεῦ, πόλις ἀτείχιστος ᾤκισται. καὶ μὴν καὶ δίκην τινὰ δικάσαντος αὐτοῦ κώμαις καὶ μεγαλοφρονουμένου πρὸς τὸν Ἀπολλώνιον, ὡς δυοῖν ἡμερῶν ἠκροαμένος εἴη τῆς δίκης βραδέως γʼ ἔφη τὸ δίκαιον εὗρες. χρημάτων δὲ ἐκ τῆς ὑπηκόου φοιτησάντων ποτὲ ἀθρόων ἀνοίξας τοὺς θησαυροὺς ἐδείκνυ τῷ ἀνδρὶ τὰ χρήματα ὑπαγόμενος αὐτὸν ἐς ἐπιθυμίαν πλούτου, ὁ δὲ οὐδὲν ὧν εἶδε θαυμάσας σοὶ ταῦτα, ἔφη ὦ βασιλεῦ, χρήματα, ἐμοὶ δὲ ἄχυρα·. τί ἂν οὖν ἔφη πράττων καλῶς αὐτοῖς χρησαίμην; χρώμενος, ἔφη βασιλεὺς γὰρ εἶ.