Thesauros Literature biography Εἰ καλῶς εἴρηται τὸ λάθε βιώτας

Εἰ καλῶς εἴρηται τὸ λάθε βιώτας

Εἰ καλῶς εἴρηται τὸ λάθε βιώτας Plutarch
3 καὶ μὴν εἴ γε τοῖς χρηστοῖς λανθάνειν καὶ ἀγνοεῖσθαι παραινεῖς, Ἐπαμεινώνδᾳ λέγεις μὴ στρατήγει καὶ Λυκούργῳ μὴ νομοθέτει καὶ Θρασυβούλῳ μὴ τυραννοκτόνει καὶ Πυθαγόρᾳ μὴ παίδευε καὶ Σωκράτει μὴ διαλέγου· καὶ σεαυτῷ πρῶτον Ἐπίκουρε, μὴ γράφε τοῖς ἐν Ἀσίᾳ φίλοις μηδὲ τοῖς ἀπʼ Αἰγύπτου ξενολόγει μηδὲ τοὺς Λαμψακηνῶν ἐφήβους δορυφόρει· μηδὲ διάπεμπε βίβλους, πᾶσι καὶ πάσαις ἐπιδεικνύμενος τὴν σοφίαν, μηδὲ διατάσσου περὶ ταφῆς. τί γὰρ αἱ κοιναὶ τράπεζαι; τί δʼ αἱ τῶν ἐπιτηδείων καὶ καλῶν σύνοδοι; τί δʼ αἱ τοσαῦται μυριάδες στίχων ἐπὶ Μητρόδωρον, ἐπʼ Ἀριστόβουλον, ἐπὶ Χαιρέδημον γραφόμεναι καὶ συντασσόμεναι φιλοπόνως; ἵνα μηδʼ ἀποθανόντες λάθωσιν, ἢ ἵνʼ ἀμνηστίαν νομοθετῇς ἀρετῇ καὶ ἀπραξίαν τέχνῃ καὶ σιωπὴν φιλοσοφίᾳ καὶ λήθην εὐπραγίᾳ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme