Διαδουμενος
ΔΙΑΔΟΥΜ. τά γε μὴν τέσσαρα σώματα, γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ, πρῶτα στοιχεῖα προσαγορεύοντες, οὐκ οἶδʼ ὅπως τὰ μὲν ἁπλᾶ καὶ καθαρὰ τὰ δὲ σύνθετα καὶ μεμιγμένα ποιοῦσι. γῆν μὲν γὰρ εἰς ἀεὶ καὶ ὕδωρ οὔθʼ ἑαυτὰ συνέχειν οὔθʼ ἕτερα, πνευματικῆς δὲ μετοχῇ καὶ πυρώδους δυνάμεως τὴν ἑνότητα διαφυλάττειν ἀέρα δὲ καὶ πῦρ αὑτῶν τʼ εἶναι διʼ εὐτονίαν ἐκτατικά, καὶ τοῖς δυσὶν ἐκείνοις ἐγκεκραμένα τόνον παρέχειν καὶ τὸ μόνιμον καὶ οὐσιῶδες. πῶς οὖν ἔτι γῆ στοιχεῖον ἢ ὕδωρ, εἰ μήθʼ ἁπλοῦν μήτε πρῶτον μήθʼ αὑτῷ διαρκές, ἀλλʼ ἐνδεὲς ἔξωθεν εἰς ἀεὶ τοῦ συνέχοντος ἐν τῷ εἶναι καὶ σῴζοντος; οὐδὲ γὰρ οὐσίας αὐτῶν ἐπίνοιαν ἀπολελοίπασιν, ἀλλὰ πολλὴν ἔχει ταραχὴν καὶ ἀσάφειαν οὕτως ὁ λόγος λεγόμενος τῆς γῆς τινὸς καθʼ ἑαυτήν. εἶτα πῶς οὖσα γῆ καθʼ ἑαυτὴν ἀέρος δεῖται συνιστάντος αὐτὴν καὶ συνέχοντος; ἀλλʼ οὐκ ἔστι γῆ καθʼ ἑαυτὴν οὐδʼ ὕδωρ· ἀλλὰ τὴν ὕλην ὁ ἀὴρ ὧδε μὲν συναγαγὼν καὶ πυκνώσας γῆν ἐποίησεν, ὧδε δὲ πάλιν διαλυθεῖσαν καὶ μαλαχθεῖσαν ὕδωρ. οὐδέτερον οὖν τούτων στοιχεῖον, οἷς ἕτερον ἀμφοτέροις οὐσίαν καὶ γένεσιν παρέσχηκεν.