Διαδουμενος
ΔΙΑΔΟΥΜ. στοιχείου γε μὴν καὶ ἀρχῆς ἔννοια κοινὴ πᾶσιν ὡς ἔπος εἰπεῖν ἀνθρώποις ἐμπέφυκεν, ὡς ἁπλοῦν καὶ ἄκρατον εἶναι καὶ ἀσύνθετον· οὐ γὰρ στοιχεῖον οὐδʼ ἀρχὴ τὸ μεμιγμένον ἀλλʼ ἐξ ὧν μέμικται. καὶ μὴν οὗτοι τὸν θεὸν ἀρχὴν ὄντα σῶμα νοερὸν καὶ νοῦν ἐν ὕλῃ ποιοῦντες οὐ καθαρὸν οὐδʼ ἁπλοῦν οὐδʼ ἀσύνθετον ἀλλʼ ἐξ ἑτέρου καὶ διʼ ἑτέρον ἀποφαίνουσιν ἡ δʼ ὕλη καθʼ αὑτὴν ἄλογος οὖσα καὶ ἄποιος τὸ ἁπλοῦν ἔχει καὶ τὸ ἀρχοειδὲς ὁ θεὸς δέ, εἴπερ οὐκ ἔστιν ἀσώματος οὐδʼ ἄυλος, ὡς ἀρχῆς μετέσχηκε τῆς ὕλης. εἰ μὲν γὰρ ἓν καὶ ταὐτὸν ἡ ὕλη καὶ ὁ λόγος, οὐκ εὖ τὴν ὕλην ἄλογον ἀποδεδώκασιν εἰ δʼ ἕτερα, καὶ ἀμφοτέρων ταμίας ἄν τις ὁ θεὸς εἴη καὶ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον πρᾶγμα τῷ νοερῷ τὸ σωματικὸν ἐκ τῆς ὕλης προσειληφώς.