Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch

3

Λαμπρίας
ΛΑΜΠΡ. Ἐγώ μοι δοκῶ τήμερον, ὦ Διαδούμενε, ποικίλος τις ἄνθρωπος γεγονέναι καὶ παντοδαπός· ἄρτι μὲν γὰρ ἀπολογίας δεόμενος προσῄειν ταπεινὸς καὶ τεθορυβημένος· νῦν δὲ μεταβάλλομαι πρὸς τὴν κατηγορίαν καὶ βούλομαι ἀπολαῦσαι τῆς ἀμύνης, ἐλεγχομένους εἰς ταὐτὸν τοὺς ἄνδρας ἐπιδών, τὸ παρὰ τὰς ἐννοίας καὶ τὰς προλήψεις τὰς κοινὰς φιλοσοφεῖν, ἀφʼ ὧν μάλιστα τὴν αἵρεσιν, ὥσπερ ἐπὶ τῶν ἀνα δοκοῦσι, καὶ μόνην ὁμολογεῖν τῇ φύσει λέγουσιν.
Διαδουμενος
ΔΙΑΔΟΥΜ. Ἆρʼ οὖν ἐπὶ τὰ κοινὰ πρῶτα καὶ περιβόητα βαδιστέον, ἃ δὴ παράδοξα καὶ αὐτοὶ μετʼ εὐκολίας δεχόμενοι τὴν ἀτοπίαν ἐπονομάζουσι, τοὺς μόνους βασιλεῖς καὶ μόνους πλουσίους καὶ καλοὺς αὐτῶν καὶ πολίτας; καὶ δικαστὰς; μόνους; ἢ ταυτὶ μὲν εἰς τὴν τῶν ἑώλων καὶ ψυχρῶν ἀγορὰν βούλει παρῶμεν, ἐν δὲ τοῖς ὡς ἔνι μάλιστα πραγματικοῖς καὶ μετὰ σπουδῆς λεγομένοις ποιησώμεθα τοῦ λόγου τὸν ἐξετασμόν;
Λαμπρίας
ΛΑΜΠΡ. Ἐμοὶ γοῦν ἥδιον οὕτως· τῶν γὰρ πρὸς ἐκεῖνα γενομένων ἐλέγχων τίς οὐκ ἤδη διάπλεώς ἐστιν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme