Διαδουμενος
ΔΙΑΔΟΥΜ. χωρὶς δὲ τούτων, τί ἐκώλυε τοῦ μὲν κακοῦ νόησιν εἶναι τοῦ δʼ ἀγαθοῦ καὶ ὕπαρξιν; ὥσπερ οἶμαι καὶ τοῖς θεοῖς ὑγιείας μὲν ἔστι παρουσία, πυρετοῦ δὲ καὶ πλευρίτιδος νόησις. ἐπεὶ καὶ ἡμεῖς, κακῶν μὲν ἀφθόνως πᾶσι παρόντων ἀγαθοῦ δὲ μηδενός, ὡς οὗτοι λέγουσιν, ἀλλὰ τοῦ γε νοεῖν οὐκ ἀπολελείμμεθα τὴν φρόνησιν τἀγαθὸν τὴν εὐδαιμονίαν. ὃ καὶ θαυμαστόν ἐστιν εἰ, τῆς μὲν ἀρετῆς μὴ παρούσης, εἰσὶν οἱ διδάσκοντες ὁποῖόν ἐστι καὶ κατάληψιν ἐμποιοῦντες τῆς κακίας δὲ μὴ γενομένης, οὐ δυνατὸν ἦν κτήσασθαι νόησιν. ὅρα γὰρ οἷα πείθουσιν ἡμᾶς οἱ κατὰ τὰς ἐννοίας φιλοσοφοῦντες, ὅτι τῇ μὲν ἀφροσύνῃ καταλαμβάνομεν τὴν φρόνησιν, ἡ δὲ φρόνησις ἄνευ τῆς ἀφροσύνης οὔθʼ ἑαυτὴν οὔτε τὴν ἀφροσύνην καταλαμβάνειν πέφυκεν.