Διαδουμενος
ΔΙΑΔΟΥΜ. Ἀμέλει καὶ ἄξιον, ὦ ἑταῖρε πολὺς μὲν γὰρ ὁ ψελλισμὸς αὐτῶν, τέλος δὲ τὴν μὲν φρόνησιν ἐπιστήμην ἀγαθῶν καὶ κακῶν οὖσαν, ἀναιρεθέντων τῶν κακῶν, καὶ παντάπασιν ἀναιρεῖσθαι λέγουσιν· ὡς δʼ ἀληθῶν ὄντων ἀδύνατον μὴ καὶ ψευδῆ τινα εἶναι, παραπλησίως οἴονται προσήκειν, ἀγαθῶν ὑπαρχόντων, καὶ κακὰ ὑπάρχειν.
Λαμπρίας
ΛΑΜΠΡ. . ἀλλὰ τοῦτο μὲν οὐ φαύλως λέλεκται, τὸ δʼ ἕτερον οἶμαι μηδʼ ἐμὲ λανθάνειν. ὁρῶ γὰρ διαφοράν, τὸ μὲν οὐκ ἀληθὲς εὐθὺς ψεῦδός ἐστιν, οὐ μὴν εὐθὺς κακὸν τὸ μὴ ἀγαθόν. ὅθεν ἀληθῶν μὲν καὶ ψευδῶν οὐδέν ἐστι μέσον, ἀγαθῶν δὲ καὶ κακῶν τὸ ἀδιάφορον. καὶ οὐκ ἀνάγκη ταῦτα συνυπάρχειν ἐκείνοις· ἐξήρκει γὰρ τὴν φύσιν ἔχειν τἀγαθόν, τοῦ κακοῦ μὴ δεομένην, ἀλλὰ τὸ μήτʼ ἀγαθὸν μήτε κακὸν ἔχουσαν. πρὸς δὲ τὸν πρότερον λόγον εἴ τι λέγεται παρʼ ὑμῶν, ἀκουστέον.