Thesauros Literature biography Ἐπιτομὴ τοῦ περὶ τῆς ἐν τῷ Τιμαίῳ ψυχογονίας

Ἐπιτομὴ τοῦ περὶ τῆς ἐν τῷ Τιμαίῳ ψυχογονίας

Ἐπιτομὴ τοῦ περὶ τῆς ἐν τῷ Τιμαίῳ ψυχογονίας Plutarch
1 ὁ περὶ τῆς ἑν τῷ Τιμαίῳ ψυχογονίας ἐπιγεγραμμένος λόγος, ὅσα Πλάτωνι καὶ τοῖς Πλατωνικοῖς πεφιλοτίμηται, ἀπαγγέλλει· εἰσάγει δὲ καὶ γεωμετρικάς τινας ἀναλογίας καὶ ὁμοιότητας, πρὸς τὴν τῆς ψυχῆς ὡς οἴεται θεωρίαν συντεινούσας αὐτῷ, καὶ δὴ καὶ μουσικὰ καὶ ἀριθμητικὰ θεωρήματα.
2 λέγει δὲ τὴν ὕλην διαμορφωθῆναι ὑπὸ τῆς ψυχῆς καὶ δίδωσι μὲν τῷ παντὶ ψυχήν, δίδωσι δὲ καὶ ἑκάστῳ ζῴῳ τὴν διοικοῦσαν αὐτό, καὶ πῆ μὲν ἀγένητον εἰσάγει ταύτην πῆ δὲ γενέσει δουλεύουσαν ἀίδιον δὲ τὴν ὕλην καὶ ὑπὸ τοῦ θείου διὰ τῆς ψυχῆς μορφωθῆναι· καὶ τὴν κακίαν δὲ βλάστημα τῆς ὕλης γεγονέναι, ἵνα μή, φησί, τὸ θεῖον αἴτιον τῶν κακῶν νομισθείη.
1 / 5 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme