Thesauros Literature biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch

ΖΗΤΗΜΑ Ι′.

10.1 Διὰ τί Πλάτων εἶπε τὸν λόγον ἐξ ὀνομάτων καὶ ῥημάτων κεράννυσθαι; δοκεῖ γὰρ πάντα πλὴν δυεῖν τούτων τὰ μέρη τοῦ λόγου μηθέν, Ὅμηρον δὲ καὶ νεανιευσάμενον εἰς ἕνα στίχον ἐμβαλεῖν ἅπαντα τοῦτον αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας· ὄφρʼ εὖ εἰδῇς. καὶ γὰρ ἀντωνυμία καὶ μετοχὴ καὶ ὄνομα καὶ ῥῆμα καὶ πρόθεσις καὶ ἄρθρον καὶ σύνδεσμος καὶ ἐπίρρημα ἔνεστι· τὸ γάρ δε μόριον νῦν ἀντὶ τῆς εἰς προθέσεως τέτακται· τὸ γάρ κλισίηνδε τοιοῦτόν ἐστιν οἷον τὸ Ἀθήναζε. τί δὴ ῥητέον ὑπὲρ τοῦ Πλάτωνος;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme