Γρύλλος
ΓΡ. Παῦε, Ὀδυσσεῦ, καὶ περαιτέρω μηδὲν εἴπῃς ὡς καὶ σοῦ πάντες ἡμεῖς καταφρονοῦμεν, ὡς μάτην ἄρα δεινὸς ἐλέγου καὶ τῷ φρονεῖν πολὺ τῶν ἄλλων ἀνθρώπων ἐδόκεις διαφέρειν, ὃς αὐτὸ τοῦτʼ ἔδεισας, τὴν μεταβολὴν ἐκ χειρόνων εἰς ἀμείνω, μὴ σκεψάμενος· ὡς γὰρ οἱ παῖδες τὰ φάρμακα τῶν ἰατρῶν φοβοῦνται, καὶ τὰ παθήματα φεύγουσιν, ἃ μεταβάλλοντα ἐκ νοσερῶν καὶ ἀνοήτων ὑγιεινοτέρους καὶ φρονιμωτέρους ποιοῦσιν αὐτούς, οὕτω σὺ διεκρούσω τὸ ἄλλος ἐξ ἄλλου γενέσθαι, καὶ νῦν αὐτός τε φρίττων καὶ ὑποδειμαίνων τῇ Κίρκῃ σύνει, μή σε ποιήσῃ λαθοῦσα σῦν ἢ λύκον, ἡμᾶς τε πείθεις, ἐν ἀφθόνοις ζῶντας ἀγαθοῖς, ἀπολιπόντας ἅμα τούτοις τὴν ταῦτα παρασκευάζουσαν ἐκπλεῖν μετὰ σοῦ, τὸ πάντων φιλοποτμότατον ξῷον αὖθις ἀνθρώπους γενομένους.
5
Ὀδυσσεύς
ΟΔ. ἐμοὶ σύ, Γρύλλε, δοκεῖς οὐ τὴν μορφὴν μόνον ἀλλὰ καὶ τὴν διάνοιαν ὑπὸ τοῦ πώματος ἐκείνου διεφθάρθαι καὶ γεγονέναι μεστὸς ἀτόπων καὶ διαλελωβημένων παντάπασι δοξῶν· ἢ σέ τις αὖ συνηθείας ἡδονὴ πρὸς τόδε τὸ σῶμα καταγεγοήτευκεν;
Γρύλλος
ΓΡ. Οὐδέτερα τούτων, ὦ βασιλεῦ Κεφαλλήνων· ἂν δὲ διαλέγεσθαι μᾶλλον ἐθέλῃς ἢ λοιδορεῖσθαι, ταχύ σε μεταπείσομεν, ἑκατέρου τῶν βίων ἐμπείρως ἔχοντες, ὅ τι ταῦτα πρὸ ἐκείνων εἰκότως ἀγαπῶμεν πῶμεν.