Thesauros Literature biography Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι

Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι

Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι Plutarch

1–2

Κίρκη
ΚΙΡ. Οὐχ οὕτω γʼ ἁπλῶς, μὰ τὴν Ἑκάτην οὐ γὰρ οἱ τυχόντες εἰσίν· ἀλλʼ ἐροῦ πρῶτον αὐτούς, εἰ θέλουσιν ἂν δὲ μὴ φῶσι, διαλεχθείς, ὦ γενναῖε, πεῖσον· ἐὰν δὲ μὴ πείσῃς, ἀλλὰ καὶ περιγένωνται διαλεγόμενοι, ἱκανὸν ἔστω σοι περὶ σεαυτοῦ καὶ τῶν φίλων κακῶς βεβουλεῦσθαι.
Ὀδυσσεύς
ΟΔ. τί μου καταγελᾷς, ὦ μακαρία; πῶς γὰρ ἂν ἢ δοῖεν οὗτοι λόγον ἢ λάβοιεν, ἕως ὄνοι καὶ σύες καὶ λέοντές εἰσι;
Κίρκη
ΚΙΡ. Θάρρει, φιλοτιμότατʼ ἀνθρώπων ἐγώ σοι παρέξω καὶ συνιέντας αὐτοὺς καὶ διαλεγομένους· μᾶλλον δʼ εἷς ἱκανὸς ἔσται καὶ διδοὺς καὶ λαμβάνων ὑπὲρ πάντων λόγον· ἰδού, τούτῳ διαλέγου. 10
Ὀδυσσεύς
ΟΔ. καὶ τίνα τοῦτον, ὦ Κίρκη, προσαγορεύσομεν; ἢ τίς ἦν οὗτος ἀνθρώπων;
Κίρκη
ΚΙΡ. τί γὰρ τοῦτο πρὸς τὸν λόγον; ἀλλὰ καὶ κάλει αὐτόν, εἰ βούλει, Γρύλλον. ἐγὼ δʼ ἐκστήσομαι ὑμῖν, μὴ καὶ παρὰ γνώμην ἐμοὶ δοκῇ χαριζόμενος διαλέγεσθαι.
Γρύλλος
ΓΡΥΛΛΟΣ. χαῖρε, Ὀδυσσεῦ.
Ὀδυσσεύς
ΟΔ. καὶ σὺ νὴ Δία, Γρύλλε.
Γρύλλος
ΓΡ. Τί βούλει ἐρωτᾶν;
Ὀδυσσεύς
ΟΔ. ἐγὼ γινώσκων ὑμᾶς ἀνθρώπους γεγονότας οἰκτείρω μὲν ἅπαντας οὕτως ἔχοντας, εἰκὸς δέ μοι μᾶλλον διαφέρειν ὅσοι Ἕλληνες ὄντες εἰς ταύτην ἀφῖχθε τὴν δυστυχίαν νῦν οὖν ἐποιησάμην τῆς Κίρκης δέησιν, ὅπως τὸν βουλόμενον ὑμῶν ἀναλύσασα καὶ καταστήσασα πάλιν εἰς τὸ ἀρχαῖον εἶδος ἀποπέμψῃ μεθʼ ἡμῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme