Thesauros Literature biography Αἴτια φυσικά

Αἴτια φυσικά

Αἴτια φυσικά Plutarch
4 πότερον ὅτι πνευματώδη διὰ τὴν τοῦ ἀέρος ταραχὴν καὶ ἀνάμιξιν, τὸ δὲ πνεῦμα τὴν ὑγρότητα κινοῦν μᾶλλον ἀναπέμπει καὶ ἀναδίδωσιν ἢ βροντὰς μὲν καὶ ἀστραπὰς ποιεῖ τὸ θερμὸν ἐν τῷ ἀέρι πρὸς τὸ ψυχρὸν μαχόμενον, διὸ χειμῶνος ἣκιστα βροντᾷ μάλιστα δʼ ἔαρος καὶ φθινοπώρου διὰ τὴν ἀνωμαλίαν τῆς κράσεως, ἡ δὲ θερμότης; πέπτουσα τὸ ὑγρὸν προσφιλὲς ποιεῖ τοῖς βλαστάνουσι καὶ ὠφέλιμον· ἢ μάλιστα μὲν ἔαρος βροντᾷ καὶ ἀστράπτει διὰ τὴν εἰρημένην αἰτίαν, τὰ δʼ ἐαρινὰ τῶν ὑδάτων ἀναγκαιότερα τοῖς σπέρμασι πρὸ τοῦ θέρους, ὅθεν ἡ πλεῖστον ὑομένη τοῦ ἔαρος χώρα καθάπερ ἡ ἐν Σικελίᾳ πολλοὺς καὶ ἀγαθοὺς καρποὺς ἀναδίδωσιν;
5 διὰ τί τῶν χυμῶν, ὀκτὼ τῷ γένει ὄντων, ἕνα μόνον, τὸν ἁλμυρόν, ἀπʼ οὐδενὸς καρποῦ γεννώμενον ὁρῶμεν; καίτοι καὶ τὸν πικρὸν ἡ ἐλαία φέρει πρῶτον καὶ τὸν ὀξὺν ὁ βότρυς,· εἶτα μεταβάλλων ὁ μὲν γίνεται λιπαρὸς ὁ δʼ οἰνώδης· μεταβάλλει δὲ καὶ ὁ στρυφνὸς ἐν ταῖς φοινικοβαλάνοις καὶ ὁ αὐστηρὸς ἐν ταῖς ῥόαις εἰς τὸν γλυκύν· ἔνιαι δὲ ῥόαι καὶ μῆλα τὸν ὀξὺν ἁπλῶς φέρουσιν, ὁ δὲ δριμὺς ἐν ταῖς ῥίζαις καὶ σπέρμασι πολύς ἐστι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme