Thesauros Literature biography Αἴτια φυσικά

Αἴτια φυσικά

Αἴτια φυσικά Plutarch
21 ἦ διὰ πλῆθος τροφῆς, ὄντως ἐν πλησμονῇ Κύπρις; ἀφθονία γὰρ τροφῆς τὸ γόνιμον περίττωμα ποιεῖ καὶ φυτοῖς καὶ ζῴοις· αἱ μὲν οὖν ἄγριαι διʼ αὑτῶν καὶ μετὰ φόβου τὴν τροφὴν ζητοῦσι, ταῖς δʼ ἡμέροις ὑπάρχει διὰ παντὸς ἡ μὲν αὐτοφυὴς ἡ δʼ ἐκ παρασκευῆς. ἢ τὸ τῆς σχολῆς καὶ ἀσχολίας ἅμα συμβαῖνον αἴτιον; αἱ μὲν γὰρ ἀργοῦσι, μὴ βουλόμεναι πόρρω πλανᾶσθαι τῶν συφορβῶν, αἱ δʼ ὀρειβατοῦσαι καὶ περιθέουσαι τὴν τροφὴν διαφοροῦσι καὶ καταναλίσκουσιν εἰς τὸ σῶμα πᾶσαν· ὥστε διὰ τὸ ἀεὶ συνεῖναι ἢ μὴ γίνεσθαι περίττωμα , ἢ καὶ τὸ συντρέφεσθαι καὶ συναγελάζεσθαι τὰ θήλεα τοῖς ἄρρεσιν, ἀνάμνησιν ποιεῖ τῶν ἀφροδισίων καὶ συνεκκαλεῖται τὴν ὄρεξιν ὡς ἐπʼ ἀνθρώπων Ἐμπεδοκλῆς ἐποίησε τῷ δέ τι καὶ πόθος εἴτε διὰ πέψεως ἀμμίσγων· ἐν δὲ τοῖς ἀγρίοις, ἀποτρόφοις οὖσιν ἀλλήλων, τὸ ἄστοργον καὶ δυσεπίμικτον ἀμβλύνει καὶ ἀνασβέννυσι τὰς ὁρμάς. ἢ καὶ τὸ λεγόμενον ὑπʼ Ἀριστοτέλους ἀληθές ἐστιν, ὅτι χλούνην Ὅμηρος ὠνόμασε σῦν τὸν μόνορχιν; τῶν γὰρ πλείστων φησὶ προσκνωμένων τοῖς στελέχεσι θρύπτεσθαι τοὺς ὄρχεις.
22 διὰ τί τῆς ἄρκτου φασὶ τὴν χεῖρα γλυκυτάτην ἔχειν σάρκα καὶ φαγεῖν ἡδίστην;
22 ἦ ὅτι τὰ πέττοντα τὴν τροφὴν μάλιστα τοῦ σώματος παρέχει τὸ κρέας ἥδιστον; πέττει δὲ κάλλιστα τὸ διαπνέον, κινούμενον μάλιστα καὶ συγγυμναζόμενον, ὥσπερ ἡ ἄρκτος τῷ μέρει τούτῳ πλεῖστα κινεῖται· καὶ γὰρ ὡς ποσὶ τοῖς ἐμπροσθίοις βαδίζουσα χρῆται καὶ τρέχουσα καὶ ὡς χερσὶν ἀντιλαμβανομένη.
23 διὰ τί δυστίβευτος ἡ τοῦ ἔαρος ὥρα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme