Thesauros Literature biography Αἴτια φυσικά

Αἴτια φυσικά

Αἴτια φυσικά Plutarch
20 διὰ τίνʼ αἰτίαν τὸ τῶν ἀγρίων συῶν δάκρυον ἡδὺ τὸ δὲ τῶν ἐλάφων ἁλμυρόν ἐστι καὶ φαῦλον;
20 αἰτία δὲ θερμότης καὶ ψυχρότης τούτων, καὶ ψυχρὸν μὲν ὁ ἔλαφος περίθερμον δὲ καὶ πυρῶδες ὁ σῦς· ὅθεν τὸ μὲν φεύγει τὸ δʼ ἀμύνεται τοὺς ἐπιόντας, ὅτε καὶ μάλιστα διὰ τὸν θυμὸν ἐκβάλλει τὸ δάκρυον πολλῆς γὰρ ἐπὶ τὰ ὄμματα θερμότητος φερομένης, ὡς εἴρηται φρίξας εὖ λοφιήν, πῦρ ὀφθαλμοῖσι δεδορκώς· γλυκὺ γίγνεται τὸ ἀποτηκόμενον. ἔνιοι δέ φασιν, ὥσπερ γάλακτος ὀρρόν, τοῦ αἵματος ταραχθέντος, ἐκκρούεσθαι τὸ δάκρυον, ὡς Ἐμπεδοκλῆς. ἐπεὶ τοίνυν τραχὺ καὶ μέλαν τὸ τῶν κάπρων αἷμα διὰ θερμότητα λεπτὸν δὲ καὶ ὑδαρὲς τὸ τῶν ἐλάφων, εἰκότως καὶ τὸ ἀποκρινόμενον ἐν τοῖς θυμοῖς καὶ τοῖς φόβοις ἑκατέρου τοιοῦτον.
21 διὰ τί τῶν ὑῶν αἱ μὲν ἥμεροι, πλεονάκις τίκτουσι καὶ κατʼ ἄλλον ἄλλαι χρόνον, αἱ δʼ ἄγριαι καὶ ἅπαξ καὶ περὶ τὰς αὐτὰς ἅπασαι σχεδὸν ἡμέρας; αὗται δʼ εἰσὶν ἀρχομένου θέρους· διὸ καὶ λέλεκται μηκέτι νυκτὸς ὕειν, ᾗ κεν τέκῃ ἀγροτέρη σῦς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme