Book 7
4.2
πρότερον οὖν ἐζητεῖτο περὶ τῶν λύχνων καὶ ὁ μὲν γαμβρὸς αὐτοῦ Καισέρνιος ᾤετο τῇ πρὸς τὸ ἄσβεστον καὶ ἱερὸν πῦρ συγγενείᾳ παντὸς φθορὰν πυρὸς ἀφοσιώσασθαι τοὺς πρεσβυτέρους· δύο γὰρ εἶναι φθοράς, ὥσπερ ἀνθρώπου, τὴν μὲν βίαιον σβεννυμένου, τὴν δʼ ὥσπερ κατὰ φύσιν ἀπομαραινομένου· τῷ μὲν οὖν ἱερῷ πρὸς ἀμφοτέρας ἀρήγειν, ἀεὶαἰεὶ iidem τρέφοντας καὶ φυλάττοντας· τὸ δʼ ἄλλο διʼ αὑτοῦ περιορᾶν μαραινόμενον αὐτοὺς μηδὲαὐτοὺς μηδὲ] αὐτοὺς δὲ μὴ? βιάζεσθαι μηδὲ φθονεῖν, ὥσπερ θρέμματος ἀφαιρουμένους τὸ ζῆν, ἵνα μὴ μάτην τρέφοιτο.
4.3
Λεύκιος δʼ ὁ τοῦ Φλώρου υἱὸς τἄλλα μὲν ἔφη καλῶς λέγεσθαι, τὸ δʼ ἱερὸν πῦρ οὐκ ἄμεινονοὐ κάμινον mei αἱρουμένουςαἰρουμένους] ἡγουμένους W ἑτέρου πυρὸς οὐδὲ σεμνότερον οὕτω σέβεσθαι καὶ περιέπειν· ἀλλʼ ὥσπερ Αἰγυπτίων ἐνίους μὲνἐνίους μὲν] ἐνίοις mei τὸ κυνῶν γένος ἅπαν σέβεσθαι καὶ τιμᾶν, ἐνίους δὲ τῶν λύκωντὸ λύκων W ἢἢ] om. mei κροκοδείλων, ἕνα μέντοι τρέφειν τοὺς μὲν κύνα τοὺς δὲ κροκόδειλον τοὺς δὲ λύκον· οὐ γὰρ οἷόν τʼ ἦν ἅπαντας· οὕτως ἐνταῦθα τὴν περὶ ἐκεῖνοἐκεῖνα mei θεραπείαν καὶ φυλακὴν τὸ πῦρ τῆς πρὸς ἅπαν εὐλαβείας εἶναι σύμβολον. οὐδὲν γὰρ ἄλλο μᾶλλον ἐμψύχῳ προσέοικεν ἢ πῦρ, κινούμενὸν τε καὶ τρεφόμενον διʼ αὑτοῦαὐτοῦ iidem καὶ τῇ λαμπρότητι δηλοῦν, ὥσπερ ἡ ψυχή, καὶ σαφηνίζον ἅπαντα· μάλιστα δὲ ταῖς σβέσεσιν αὐτοῦ καὶ φθοραῖς ἐμφαίνεται δύναμις οὐκ ἀμοιροῦσα ζωτικῆς ἀρχῆς· βοᾷ γὰρ καὶ φθέγγεταιφθέγγεται] φθείρεται mei καὶ ἀμύνεται, καθάπερ ἔμψυχον ἀποθνῆσκον βίᾳ καὶ φονευόμενον· εἰεἰ Turnebus μή τι σὺ λέγεις ἔφη πρὸς ἐμὲ βλέψας βέλτιον.