Book 4
5.1
ἐπεὶ δὲ ταῦτʼ ἐρρήθη, βουλομένων τινῶν ἀντικατατείνειν, τὸν ἕτερον λόγον ἐκκρούων ὁ Καλλίστρατος ἔφη πῶς ὑμῖν δοκεῖ λελέχθαι τὸ πρὸς τοὺς Ἰουδαίους, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν;ὑπερφυῶς ἔφη ὁ Πολυκράτης, ἐγὼ δὲ καὶ προσδιαπορῶ, πότερον οἱ ἄνδρες τιμῇ τινι τῶν ὑῶν ἢ μυσαττόμενοι τὸ ζῷον ἀπέχονται τῆς βρώσεως αὐτοῦ· τὰ γὰρ παρʼ ἐκείνοις λεγόμενα μύθοις ἔοικεν, εἰ μή τινας ἄρα λόγους σπουδαίους ἔχοντες οὐκ ἐκφέρουσιν.