Book 2
1.10
ὁ δʼ ἔρως τὰ τʼ ἄλλα ποικιλώτατός ἐστι, καὶ τοῖς σκώμμασιν οἱ μὲν ἄχθονται καὶ ἀγανακτοῦσιν οἱ δὲ χαίρουσι. δεῖ δʼ εἰδέναι τὸν καιρόν· ὡς γὰρ τὸ πῦρπῦρ] πνεῦμα R ἐν ἀρχῇ μὲν ἀποσβέννυσι τὸ πνεῦμαπνεῦμα] πῦρ idem διὰ τὴν ἀσθένειαν αὐξηθέντι δὲ τροφὴν παρέχει καὶ ῥώμην, οὕτω φυόμενος ὁ ἔρως ἔτι καὶ λανθάνων δυσκολαίνει καὶ ἀγανακτεῖ πρὸς τοὺς ἀποκαλύπτοντας, ἐκλάμψας δὲ καὶ διαφανεὶς τρέφεται καὶ προσγελᾷ τοῖς σκώμμασι φυσώμενος. ἥδιστα δὲ σκώπτονται, παρόντων τῶν ἐρωμένων, εἰς αὐτὸ τὸ ἐρᾶν εἰς ἄλλο δʼ οὐδέν. ἐὰν δὲ καὶ γυναικῶν ἐρῶντες ἰδίων τύχωσιν ἢ νεανίσκων φιλοκάλων ἔρωτα γενναῖον, παντάπασι γάνυνται καὶ καλλωπίζονται τῷ σκώπτεσθαι πρὸς αὐτούς. διὸ καὶ Ἀρκεσίλαος, ἐν τῇ σχολῇ τοιαύτης μεταδόσεωςμεταδόσεως] ὑποθέσεως M. θέσεως R. μεταξὸ θέσεως W αὐτῷ γενομένης ὑπό τινος τῶν ἐρωτικῶν δοκεῖ μοι μηδὲν ἅπτεσθαι μηδενός·οὐδὲοὐδὲ Turnebus: ὁ δὲ σὺ τοίνυν ἔφη τοῦδʼ ἅπτῃ; δείξας τινὰ τῶν καλῶν καὶ ὡραίων παρακαθήμενον.