32
ἔσχατα δʼ ὁρῶντος αὐτοῦ τὰς ἐπὶ δευτέραν γένεσιν τρεπομένας ψυχὰς εἴς τε ζῷα παντοδαπὰ καμπτομένας βίᾳ καὶ μετασχηματιζομένας ὑπὸ τῶν ταῦτα δημιουργούντων ὀργάνοις τισὶ καὶ πληγαῖς, τῶν μὲν ὅλα τὰ μέρη συνελαυνόντων, τὰ δʼ τὰ δʼ] τῶν δʼ Turnebus ἀποστρεφόντων, ἔνια δʼ ἐκλεαινόντων καὶ ἀφανιζόντων παντάπασιν, ὅπως ἐφαρμόσειεν ἑτέροις ἤθεσι καὶ βίοις· ἐν ταύταις φανῆναι τὴν Νέρωνος ψυχὴν τά, τʼ ἄλλα κακῶς ἔχουσαν ἤδη καὶ ἤδη καὶ] καὶ δὴ καὶ W διαπεπαρμένην ἣλοις διαπύροις. προκεχειρισμένων δὲ καὶ ταύτῃ ταύτῃ (i.e. τῇ Νέρωνος ψυχῇ) R: ταύτην τῶν δημιουργῶν Πινδαρικῆς ἐχίδνης εἶδος, ἐν ᾧ κυηθεῖσαν καὶ διαφαγοῦσαν τὴν μητέρα βιώσεσθαι, φῶς ἔφασκεν ἐξαίφνης διαλάμψαι μέγα, καὶ φωνὴν ἐκ τοῦ φωτὸς γενέσθαι προστάττουσαν εἰς ἄλλο γένος ἡμερώτερον μεταβαλεῖν, ᾠδικόν τι μηχανησαμένους περὶ ἕλη καὶ λίμνας ζῷον· ὧν μὲν γὰρ ἠδίκησε δεδωκέναι δεδωκέναι idem: δέδωκε δίκας· ὀφείλεσθαι δέ τι καὶ χρηστὸν αὐτῷ παρὰ θεῶν, ὅτι τῶν ὑπηκόων τὸ βέλτιστον καὶ θεοφιλέστατον γένος ἠλευθέρωσε, τὴν Ἑλλάδα.