Thesauros Literature biography Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας Plutarch
15 εἰ τοίνυν ἔροιτό τις τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον,ʼ Kock. 3 p. 544 οὐδεὶς ἂν ἄλλον εἴποι τὸν προδότην παρελθών. Εὐθυκράτης Εὐθυκράτης] Λασθένης Demosth. 19, 265. cf. p. 97 d μὲν οὖν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοιςidem ib. 229 ὥς φησι Δημοσθένης· Φιλοκράτης δὲ χρυσίον πολὺ λαβὼν πόρνας καὶ ἰχθῦς ἠγόραζεν· Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν. ὁ δʼ ἀδόλεσχος ἄμισθός ἐστι προδότης; καὶ αὐτεπάγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς αὐτῷ χάριν ἔχοντος· ἀλλʼ ἂν αὐτός ἀκούηται, προσοφείλων χάριν. ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ καταχαριζόμενον οὐ φιλάνθρωπος σὺ γʼ σύ γ] τύ γʼ Vit. Publ. c. 15 ἐσσʼ· ἐσσʼ Iannotius: ἐσσι ἔχεις νόσον, χαίρειςMullach. 1 p. 144. Lorenz. p 263 διδούς ἐναρμόττει καὶ πρὸς τὸν φλύαρον· οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδʼ εὔνους· ἔχεις νόσον, χαίρεις λαλῶν καὶ φλυαρῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme