Thesauros Literature biography Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν

Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν

Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν Plutarch
5 ἆρʼ οὖν ἡ κακία τοιοῦτον ὥστε τῆς τύχης δεῖσθαι πρὸς κακοδαιμονίας ἀπεργασίαν; πόθεν; οὐ τραχὺ καὶ δυσχείμερον ἐπαίρεται πέλαγος, οὐ λῃστῶν ἐνοδίοις διαζώννυσιν ἐνέδραις ἐρήμους ὑπωρείας, οὐ νέφη χαλαζοβόλα πεδίοις περιρρήγνυσι καρποφόροις, οὐ Μέλητον οὐδʼ Ἄνυτον οὐδὲ Καλλίξενον ἐπείγει ἐπείγει *: ἐπεί τι συκοφάντην, οὐκ ἀφαιρεῖται πλοῦτον, οὐκ ἀπείργει στρατηγίας, ἵνα ποιήσῃ κακοδαίμονας· ἀλλὰ ποιεῖ ποιεῖ] πτοεῖ X πλουτοῦντας, εὐφοροῦντας, εὐφοροῦντας] corruptum κληρονομοῦντας ἐν γῇ, διὰ θαλάττης ἐνδέδυκε, προσπέφυκεν, ἐκτήκουσα ταῖς ἐπιθυμίαις, διακάουσα τοῖς θυμοῖς, συντρίβουσα ταῖς δεισιδαιμονίαις, διασύρουσα τοῖς ὀφθαλμοῖς. ὀφθαλμοῖς] φθόνοις
← Previous 5 / 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme