Thesauros Literature biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
71 τοῦτο δʼ οὐχ ἥκιστα πεπόνθασιν Αἰγύπτιοι περὶ τὰ τιμώμενα τῶν ζῴων. Ἕλληνες μὲν γὰρ ἔν γε τούτοις λέγουσιν ὀρθῶς καὶ νομίζουσιν ἱερὸν Ἀφροδίτης ζῷον εἶναι τὴν περιστερὰν καὶ τὸν δράκοντα τῆς Ἀθηνᾶς καὶ τὸν κόρακα τοῦ Ἀπόλλωνος καὶ τὸν κύνα τῆς Ἀρτέμιδος, ὡς Εὐριπίδης Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ. ἔσῃ X: ἐσσίν Nauck. p. 525 Αἰγυπτίων δʼ οἱ πολλοὶ θεραπεύοντες αὐτὰ τὰ ζῷα καὶ περιέποντες ὡς θεοὺς οὐ γέλωτος μόνον οὐδὲ χλευασμοῦ καταπεπλήκασι τὰς ἱερουργίας (ἀλλὰ τοῦτο τοῦτο] τοῦτο μὲν R τῆς ἀβελτερίας ἀβελτερίας *: ἀβελτηρίας ἐλάχιστόν ἐστι κακόν)· δόξα δʼ ἐμφύεται δεινή, τοὺς μὲν ἀσθενεῖς καὶ ἀκάκους εἰς ἄκρατον ὑπερείπουσα ὑπερείπουσα R: ὑπερείδουσι τὴν δεισιδαιμονίαν, τοῖς δὲ δριμυτέροις καὶ θρασυτέροις εἰς ἀθέους ἐκπίπτουσα ἐκπίπτουσα R: ἐμπίπτουσα καὶ θηριώδεις λογισμούς. ᾗ καὶ ᾗ X: ἢ περὶ τούτων τὰ εἰκότα διελθεῖν οὐκ ἀνάρμοστόν ἐστι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme