Thesauros Literature biography Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι

Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι

Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι Plutarch
1 Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ Θεμιστογένη περὶ τούτων συντετάχθαι τὸν Συρακόσιον, ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος. οἱ δʼ ἄλλοι πάντες ἱστορικοί, ΚλειτόδημοιΚλειτόδημοι Wyttenbach: κλεινόδημοι. Δίυλλοι Φιλόχορος Φύλαρχος,Φιλόχοροι Φῦλαρχοι F.C.B. (Φύλαρχος Reiske): φιλόχορος φίλαρχος ἀλλοτρίων γεγόνασιν ἔργωνἔργων Aldine ed., confirmed by one MS.: ἐρώτων. ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵνʼ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν. ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme