Thesauros Literature biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
2.1 διέφυγεν ἡμᾶς, ὡς ἔοικε, χθὲς εἰπεῖν ὅτι καὶ τέχνας πολλὰς καὶ φύσεις μεγάλας ὁ κατʼ Ἀλέξανδρον χρόνος ἐνεγκεῖν εὐτύχησεν· ἢ τοῦτο μὲν οὐ τῆς Ἀλεξάνδρου τύχης γέγονεν ἀλλὰ τῆς ἐκείνων, μάρτυρα λαβεῖν καὶ θεατὴν τὸν ἄριστα κρῖναι τὸ κατορθούμενον καὶ μάλιστʼ ἀμείψασθαι δυνάμενον. λέγεται γοῦν ὅτι χρόνοις ὕστερον Ἀρχεστράτου γενομένου ποιητοῦ χαρίεντος, ἐν δὲ πενίᾳ καὶ ἀδοξίᾳ διάγοντος εἶπέ τις πρὸς αὐτόν, ἀλλʼ εἰ κατʼ Ἀλέξανδρον ἐγένου, κατὰ στίχον ἄν σοι Κύπρον ἢ Φοινίκην ἔδωκεν. οἶμαι δὲ καὶ τῶν τότε τεχνιτῶν οὐ κατʼ Ἀλέξανδρον ἀλλὰ διʼ Ἀλέξανδρον τοὺς πρώτους γενέσθαι. καρπῶν μὲν γὰρ εὐφορίαν εὐκρασία ποιεῖ καὶ λεπτότης τοῦ περιέχοντος ἀέρος, τεχνῶν δὲ καὶ φύσεων ἀγαθῶν αὔξησιν εὐμένεια καὶ τιμὴ καὶ φιλανθρωπία βασιλέως ἐκκαλεῖται· καὶ τοὐναντίον ὑπὸ φθόνου καὶ σμικρολογίας ἢ φιλονεικίας τῶν κρατούντων σβέννυται καὶ φθίνει πᾶν τὸ τοιοῦτο.
2.1 Διονύσιος γοῦν ὁ τύραννος, ὥς φασι, κιθαρῳδοῦ τινος εὐδοκιμοῦντος ἀκούων ἐπηγγείλατο δωρεὰν αὐτῷ τάλαντον· τῇ δʼ ὑστεραίᾳ τοῦ ἀνθρώπου τὴν ὑπόσχεσιν ἀπαιτοῦντος, χθές, εἶπεν, εὐφραινόμενος ὑπὸ σοῦ παρʼ ὃν ᾖδες χρόνον εὔφρανα κἀγώ σε ταῖς ἐλπίσιν· ὥστε τὸν μισθὸν ὧν ἔτερπες ἀπελάμβανες εὐθὺς ἀντιτερπόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme