10
Ῥωμαῖοι πρὸς Λατίνους πολεμοῦντες ἐχειροτόνησαν στρατηγὸν Πόπλιον Δέκιον· νεανίσκος δέ τις τῶν ἐπισήμων πένης τοὔνομα Κάσσιος Βροῦτος ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας ἀνοῖξαι ἐβουλήθη. φωραθεὶς δὲ εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιλιαρίας. Κάσσιος δὲ Σίγνιφερ ὁ πατὴρ αὐτοῦ κατέκλεισε καὶ λιμῷ διέφθειρε καὶ ἄταφον ἔρριψεν· ὡς Κλειτώνυμος ἐν Ἰταλικῶν.
11
Δαρεῖος ὁ Πέρσης ἐπὶ Γρανικῷ πολεμήσας Ἀλεξάνδρῳ καὶ ἑπτὰ σατράπας ἀποβαλὼν καὶ ἅρματα δρεπανηφόρα δύο καὶ πεντακόσια, συμβαλεῖν ἔμελλε τῇ ἑξῆς. Ἀριοβαρζάνης δὲ ὁ υἱὸς συμπαθῶς διακείμενος πρὸς Ἀλέξανδρον ὑπισχνεῖτο τὸν πατέρα προδώσειν. ἀγανακτήσας δὲ ὁ πατὴρ ἐτραχηλοκόπησεν ὡς Ἀρητάδης Κνίδιος ἐν τρίτῳ Μακεδονικῶν.
11
Βροῦτος ὑπὸ πάντων ὕπατος χειροτονηθεὶς ἐφυγάδευσε τὸν Ὑπερήφανον Ταρκύνιον τυραννικῶς ἀναστρεφόμενον. ὁ δʼ ἐλθὼν εἰς Τούσκους ἐπολέμει Ῥωμαίοις. οἱ δὲ υἱοὶ τὸν πατέρα προδοῦναι ἠβουλήθησαν. ἐμφανέντας δʼ ἐτραχηλοκόπησεν· ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.
12
Ἐπαμεινώνδας ὁ τῶν Θηβαίων στρατηγὸς ἔχων πρὸς Λακεδαιμονίους πόλεμον καὶ ἀρχαιρεσιῶν ἀγομένων ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν. Λακεδαιμόνιοι μαθόντες τὴν ἀπουσίαν ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον· ὁ δʼ ἀγανακτήσας καὶ ἐπιλαθομενος τοῦ πατρὸς συνέβαλε καὶ ἐνίκησεν· ὁ δὲ πατὴρ βαρέως ἐνέγκας στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν.