Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
39 Φάλαρις Ἀκραγαντίνων τύραννος ἀποτόμως τοὺς παριόντας ξένους ἐστρέβλου καὶ ἐκόλαζε· Πέριλλος Πέριλλος (Τέρυζος cod. e)] Περίλαος? δὲ τῇ τέχνῃ χαλκουργὸς δάμαλιν κατασκευάσας χαλκῆν ἔδωκε τῷ βασιλεῖ, ὡς ἂν τοὺς ξένους κατακαίῃ ζῶντας ἐν αὐτῇ· ὁ δὲ μόνον τότε γενόμενος δίκαιος αὐτὸν ἐνέβαλεν. ἐδόκει δὲ μυκηθμὸν ἀναδιδόναι ἡ δάμαλις· ὡς ἐν δευτέρῳ Αἰτιῶν. Αἰτιῶν] Αἰτίων? ἐν Αἰγέστῃ τῇ πόλει τῆς Σικελίας ἐγένετό τις ὠμὸς τύραννος Αἰμίλιος Κενσωρῖνος. οὗτος τοὺς καινότερα βασανιστήρια κατασκευάσαντας ἐδωροδόκει. εἷς δέ τις Ἀρούντιος Πατέρκουλος Πατέρκουλος *: πατέρκουλλος δημιουργήσας ἵππον χαλκοῦν τῷ προειρημένῳ δῶρον ἔδωκεν, ἵνα βάλλῃ αὐτούς. ὁ δὲ τότε πρῶτον νομίμως ἀναστραφεὶς τὸν χαρισάμενον πρότερον ἔβαλεν ὡς ἄν, ἣν ἐπενόησε βάσανον ἄλλοις, αὐτὸς πάθῃ πρῶτος. τοῦτον συλλαβὼν ἀπὸ τοῦ Ταρπηίου Ταρπηίου *: ταρπίου ὄρους ἔρριψε. καὶ δοκοῦσιν οἱ ἀποτόμως βασιλεύσαντες ἀπʼ ἐκείνου Αἰμίλιοι προσαγορεύεσθαι· ὡς Ἀριστείδης Ἀριστείδης] Mueller. 4 p. 322 ἐν τετάρτῳ Ἰταλικῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme