30
Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρέσβεων ἔπεμψαν μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ δεῖ δεῖν? τὰς θεραπαίνας κοσμήσαντας ἀντʼ ἐλευθέρων πέμπειν ὃ δὴ καὶ ἔδρασαν. οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν ἑάλωσαν. ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, Ἐλευθέρια W: ἐλευθερία ἐν ᾗ αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν· ὡς Δοσίθεος Δοσίθεος] Mueller. 4 p. 401 ἐν τρίτῳ Λυδιακῶν. Ἀτεπόμαρος Γάλλων βασιλεὺς Ῥωμαίοις πολεμῶν ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶσι. τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας, κοπωθέντες κοπωθέντες *: καὶ κοπωθέντες οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν. ἡ δὲ Ῥητᾶνα (αὕτη γὰρ ἦν ἡ τοῦτο συμβουλεύσασα) ἀγρίας ἐπιλαβομένη συκῆς ἀναβαίνει εἰς τὸ τεῖχος καὶ μηνύει τοῖς ὑπάτοις· οἱ δʼ ἐπελθόντες ἐνίκησαν. ἀφʼ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται· ὡς Ἀριστείδης et p. 375, 8 Ἀριστείδης] Mueller. 4 p. 320. 322 Μιλήσιος ἐν πρώτῃ Ἰταλικῶν.