Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
27 Τελαμών ὁ Αἰακοῦ καὶ Ἐνδηίδος ἐλθὼν εἰς Εὔβοιαν καὶ lacunam 75 fere litt. dat E νυκτὸς ἔφυγεν. ὁ δὲ πατὴρ αἰσθόμενος καὶ τῶν πολιτῶν τινα ὑποπτεύσας ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι τῶν δορυφόρων. ὁ δʼ ἐλεήσας ἀπημπόλησε· προσσχούσης et p. 373, 3 προσσχούσης *: προσχούσης δὲ τῆς νεὼς Σαλαμῖνι, Τελαμὼν ὠνήσατο· ἡ δʼ ἔτεκεν Αἴαντα· ὡς Ἀρητάδης Ἀρητάδης] Mueller. 4 p. 316 Κνίδιος ἐν δευτέρῳ Νησιωτικῶν. Λούκιος Τρώσκιος θυγατέρα εἶχε Φλωρεντίαν ἀπὸ τῆς Πατρίδος· ταύτην ἔφθειρε Καλπούρνιος Ῥωμαῖος. ὁ δὲ παρέδωκε τὴν κόρην καταποντίσαι· ἐλεηθεῖσα δὲ ὑπὸ τοῦ δορυφόρου πιπράσκεται· κατὰ τύχην τῆς νεὼς προσσχούσης εἰς Ἰταλίαν, Καλπούρνιος ὠνήσατο καὶ ἐποιήσατο ἐξ αὐτῆς Κόντρουσκον· ὡς lac. 25 fere litt. in E
28 Αἴολος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἓξ καὶ ἴσους ἄρρενας· Μακαρεὺς δὲ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ δὲ παιδίον ἐκύησεν. ἐμπεσοῦσα δὲ καὶ ξίφους πεμφθέντος ὑπὸ τοῦ πατρός, ἄνομον ἄνομον] ὃ νόμον Mueller. κρίνασα ἑαυτὴν διεχρήσατο· ὁμοίως δὲ καὶ ὁ Μακαρεύς· ὡς Σώστρατος Σώστρατος] Mueller. 4 p. 504 ἐν δευτέρᾳ Τυρρηνικῶν. Παπίριος Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ τοὺς ἴσους τοὺς ἴσους] ἴσους an ἴσους τοὺς ἄρρενας. τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε. μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ δὲ ἑαυτὴν ἀνεῖλε· τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν· ὡς Χρύσιππος Χρύσιππος] Mueller. 4 p. 362 ἐν τῷ πρώτῳ Ἰταλικῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme