16
Τεγεάταις καὶ Φενεάταις χρονίου πολέμου γενομένου, ἔδοξε τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης. καὶ Τεγεᾶται μὲν οὖν τοὺς Ῥηξιμάχου παῖδας, Φενεᾶται δὲ τοὺς Δημοστράτου προυβάλοντο. προυβάλοντο *: προυβάλλοντο συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξιμάχου δύο· ὁ δὲ τρίτος τοὔνομα Κριτόλαος στρατηγήματι περιεγένετο τῶν δύο· προσποιητὴν γὰρ φυγὴν σκηψάμενος καθʼ ἕνα τῶν διωκόντων ἀνεῖλε. καὶ ἐλθόντος, οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δʼ οὐκ ἐχάρη ἡ ἀδελφὴ Δημοδίκη· πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα Δημόδικον. ἀναξιοπαθήσας δʼ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν. φόνου δʼ ἀγόμενος ὑπὸ τῆς μητρὸς ἀπελύθη τῶν ἐγκλημάτων· τῶν ἐγκλημάτων] τοῦ ἐγκλήματος Stob. 39, 32 ὡς Δημάρατος Δημάρατος] Mueller. 4 p. 379 ἐν δευτέρῳ Ἀρκαδικῶν. Ῥωμαῖοι καὶ Ἀλβανοὶ πολεμοῦντες τριδύμους προμάχους εἵλοντο, καὶ Ἀλβανοὶ μὲν Κουριατίους, Ῥωμαῖοι δʼ Ὡρατίους. συμβληθείσης δὲ τῆς μάχης, οἱ Κουριάτιοι δύο τῶν ἐναντίων ἀνεῖλον· ὁ δὲ περίλοιπος φυγῇ προσποιητῇ συμμάχῳ χρώμενος ἐφόνευσε καθʼ ἕνα τῶν ἐπιδιωκόντων. χαρέντων δὲ πάντων, μόνη ἡ ἀδελφὴ οὐ συνεχάρη Ὡρατία τὸν κατηγγυημένον ἄνδρα Κουριάτιον ἀνῃρηκότι· ὁ δʼ ἐφόνευσε τὴν ἀδελφήν· ὥς φησιν Ἀριστείδης Ἀριστείδης] idem 4 p. 323 ὁ Μιλήσιος ἐν Ἰταλικοῖς.