Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
12 Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες ἐχειρο - τόνησαν Μάλλιον τὸν Ἐπιτάκτην ἐπικληθέντα. οὗτος διὰ χειροτονίαν ὑπατικὴν εἰς Ῥώμην πορευόμενος τῷ θἱῷ προσέταξε μὴ συμβαλεῖν. οἱ δὲ Σαμνῖται μαθόντες βλασφημίαις ἐξουδένιζον τὸν νεανίαν· ὁ δὲ ταραχθεὶς ἐνίκησεν Μάλλιος δʼ αὐτὸν ἐτραχηλοκόπησεν καθάπερ ἱστορεῖ Ἀριστείδης Μιλήσιος.
13 Ἡρακλῆς τοῦ Ἰόλης γάμου ἀποτυχὼν τὴν Οἰχαλίαν ἐπόρθησεν. ἡ δʼ Ἰόλη ἀπὸ τοῦ τείχους ἔρριψεν ἑαυτήν. συνέβη δέ, κολπωθείσης ὑπὸ ἀνέμου τῆς ἐσθῆτος, μηδὲν παθεῖν· καθάπερ ἱστορεῖ Νικίας Μαλλώτης.
13 Ῥωμαῖοι πολεμοῦντες πρὸς Τούσκους ἐχειροτόνησαν Βασιλέως Τορκουᾶτον. οὗτος θεασάμενος τοῦ βασιλέως τὴν θυγατέρα τοὔνομα Κλουσίαν ᾐτεῖτο παρὰ τοῦ Τούσκου τὴν θυγατέρα, μὴ τυχὼν δʼ ἐπόρθει τὴν πόλιν. ἡ δὲ Κλουσία ἀπὸ τῶν πύργων ἔρριψεν ἑαυτήν· προνοίᾳ δʼ Ἀφροδίτης κολπωθείσης τῆς ἐσθῆτος, διεσώθη ἐπὶ τὴν γῆν· ἣν ὁ στρατηγὸς διέφθειρε, καὶ τούτων πάντων ἕνεκα ἐξωρίσθη κοινῷ δόγματι ὑπὸ Ῥωμαίων εἰς Κόρσικαν νῆσον πρὸ τῆς Ἰταλίας· ὡς Θεόφιλος ἐν τρίτῳ Ἰταλικῶν. ;
14 Ποινῶν καὶ Σικελιωτῶν τὴν κατὰ Ῥωμαίων συμμαχίαν ἑτοιμαζόντων, Μέτελλος στρατηγὸς μόνῃ τῇ Ἑστίᾳ οὐκ ἔθυσεν· ἡ δὲ πνεῦμα ἀντέπνευσε ταῖς ναυσί. Γάιος δὲ Ἰούλιος μάντις εἶπε λωφῆσαι, ἐὰν προθύσῃ τὴν θυγατέρα. ὁ δʼ ἀναγκασθεὶς Μετέλλαν τὴν θυγατέρα προσῆγεν ἡ δὲ Ἑστία ἐλεήσασα δάμαλιν ὑπέβαλε καὶ αὐτὴν ἐκόμισεν εἰς Λανούιον, καὶ ἱέρειαν τοῦ σεβομένου παρʼ αὐτοῖς δράκοντος ἀπέδειξεν ὡς Πυθοκλῆς ἐν τρίτῃ Ἰταλικῶν.
14 ἐν Αὐλίδι τῆς Βοιωτίας τὰ περὶ Ἰφιγένειαν ὁμοίως ἱστορεῖ Μένυλλος ἐν πρώτῳ Βοιωτιακῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme